Καὶ ἤκουσεν Μεμφιβόσθε υἱὸς Σαοὺλ ὅτι τέθνηκεν Ἀβεννὴρ ἐν Χεβρών, καὶ ἐξελύθησαν αἱ χεῖρες αὐτοῦ, καὶ πάντες οἱ ἄνδρες Ἰσραὴλ παρείθησαν. καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ Μεμφιβόσθε υἱῷ Σαούλ· ὄνομα τῷ ἑνὶ Βαανά, καὶ ὄνομα τῷ δευτέρῳ Ῥηχάβ, υἱοὶ Ῥεμμὼν τοῦ Βηρωθαίου ἐκ τῶν υἱῶν Βενιαμείν, ὅτι Βηρὼθ ἐλογίζετο τοῖς υἱοῖς Βενιαμείν. καὶ ἀπέδρασαν οἱ Βηρωθαῖοι εἰς Γεθθάι, καὶ ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης. Καὶ τῷ Ἰωναθὰν υἱῷ Σαοὺλ υἱὸς πεπληγὼς τοὺς πόδας υἱὸς ἐτῶν πέντε, καὶ οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν Σαοὺλ καὶ Ἰωναθὰν τοῦ υἱοῦ αὐτοῦ ἐξ Ἰσραήλ, καὶ ἦρεν αὐτὸν ὁ τιθηνὸς αὐτοῦ καὶ ἔφυγεν· καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὸν καὶ ἀναχωρεῖν, καὶ ἔπεσεν καὶ ἐχωλάνθη· καὶ ὄνομα αὐτῷ Μεμφιβόσθε. Καὶ ἐπορεύθησαν υἱοὶ Ῥεμμὼν τοῦ Βηρωθαίου Ῥεκχὰ καὶ Βαὰμ καὶ εἰσῆλθον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον Μεμφιβόσθε, καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας. καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρεν πυροὺς καὶ ἐνύσταξεν καὶ ἐκάθευδεν, καὶ Ῥεκχὰ καὶ Βαμμὰ οἱ ἀδελφοὶ διέλαθον καὶ εἰσῆλθον εἰς τὸν οἶκον, καὶ Μεμφιβόσθε ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ· καὶ τύπτουσιν αὐτὸν καὶ θανατοῦσιν, καὶ ἀναφαιροῦσιν τὴν κεφαλὴν αὐτοῦ, καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα. καὶ ἤνεγκαν τὴν κεφαλὴν Μεμφιβόσθε τῷ Δαυεὶδ εἰς Χεβρών, καὶ εἶπαν πρὸς τὸν βασιλέα Ἰδοὺ ἡ κεφαλὴ Μεμφιβόσθε υἱοῦ Σαοὺλ τοῦ ἐχθροῦ σου, ὃς ἐζήτει τὴν ψυχήν σου· καὶ ἔδωκεν Κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη, ἐκ Σαοὺλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ. καὶ ἀπεκρίθη Δαυεὶδ τῷ Ῥεκχὰ καὶ τῷ Βαὰμ ἀδελφῷ αὐτοῦ υἱοῖς Ῥεμμὼν τοῦ Βηρωθαίου καὶ εἶπεν αὐτοῖς Ζῇ Κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως, ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέθνηκεν Σαοὺλ καὶ αὐτὸς ἦν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου, καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα ἐν Σεκελάκ, ᾧ ἔδει με δοῦναι εὐαγγέλια. καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάνκασιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν καὶ ἐξολεθρεύσω ὑμᾶς ἐκ τῆς γῆς. καὶ ἐνετείλατο Δαυεὶδ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἀποκτέννουσιν αὐτούς· καὶ κολοβοῦσιν τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν Χεβρών, καὶ τὴν κεφαλὴν Μεμφιβόσθε ἔθαψαν ἐν τῷ τάφῳ Ἀβεννὴρ υἱοῦ Νήρ.
2 Samuel 4
Read in English (BSB) — 2 Samuel 4 →Tap any verse to see what it echoes — and start a chain or echo from it.