Καὶ οὗτοι οἱ λόγοι Δαυεὶδ οἱ ἔσχατοι Πιστὸς Δαυεὶδ υἱὸς Ἰεσσαί, καὶ πιστὸς ἀνὴρ ὃν ἀνέστησεν Κύριος ἐπὶ χριστὸν θεοῦ Ἰακώβ, καὶ εὐπρεπεῖς ψαλμοὶ Ἰσραήλ. πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοί, καὶ ὁ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου. λέγει ὁ θεὸς Ἰσραήλ· ἐμοὶ ἐλάλησεν φύλαξ ἐξ Ἰσραήλ Παραβολὴν εἰπόν Ἐν ἀνθρώπῳ πῶς κραταιώσητε φόβον χριστοῦ; καὶ ἐν θεῷ φωτὶ πρωίας ἀνατείλαι ἥλιος, τὸ πρωὶ οὐ Κύριος παρῆλθεν ἐκ φέγγους· καὶ ὡς ἐξ ὑετοῦ χλόης ἀπὸ γῆς. οὐ γὰρ οὗτος ὁ οἶκός μου μετὰ Ἰσχυροῦ; διαθήκην γὰρ αἰώνιον ἔθετό μοι, ἑτοίμην ἐν παντὶ καιρῷ, πεφυλαγμένην, ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν θέλημα· ὅτι οὐ μὴ βλαστήσῃ ὁ παράνομος. ὥσπερ ἄκανθα ἐξωσμένη πάντες οὗτοι, ὅτι οὐ χειρὶ λημφθήσονται· καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοῖς· καὶ πλῆρες σιδήρου καὶ ξύλον δόρατος, καὶ ἐν πυρὶ καύσει, καὶ θήσονται αἰσχύνην αὐτῶν. Ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυείδ· Ἰεβόσθε ὁ Χαναναῖος ἄρχων τοῦ τρίτου ἐστίν· Ἀδεινὼν ὁ Ἀσωναῖος, οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους στρατιώτας εἰς ἅπαξ. καὶ μετ᾽ αὐτὸν Ἐλεανὰν υἱὸς πατραδέλφου αὐτοῦ, υἱὸς Σουσεὶ τοῦ ἐν τοῖς τρισὶν δυνατοῖς μετὰ Δαυείδ· καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἀνεβόησεν ἀνὴρ Ἰσραήλ. αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἕως οὗ ἐκοπίασεν ἡ χεὶρ αὐτοῦ, καὶ προσεκολλήθη ἡ χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν· καὶ ἐποίησεν Κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ λαὸς ἐκάθητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν. καὶ μετ᾽ αὐτὸν Σαμαιὰ υἱὸς Ἀσὰ ὁ Ἁρουχαῖος· καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς Θηρία, καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης φακοῦ, καὶ ὁ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων. καὶ ἐστηλώθη ἐν μέσῳ τῆς μερίδος, καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους, καὶ ἐποίησεν Κύριος σωτηρίαν μεγάλην. Καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα καὶ κατέβησαν εἰς Καδὼν πρὸς Δαυεὶδ εἰς τὸ σπήλαιον Ὀδολλάμ· καὶ τάγμα τῶν ἀλλοφύλων, καὶ παρενέβαλον ἐν τῇ κοιλάδι Ῥαφαείμ. καὶ Δαυεὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ ὑπόστημα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλέεμ. καὶ ἐπεθύμησεν Δαυεὶδ καὶ εἶπεν Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλέεμ τοῦ ἐν τῇ πύλῃ; τὸ δὲ σύστεμα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλέεμ. καὶ διέρρηξαν οἱ τρεῖς δυνατοὶ ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλέεμ τοῦ ἐν τῇ πύλῃ, καὶ ἔλαβαν καὶ παρεγένοντο πρὸς Δαυείδ, καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτό· καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ καὶ εἶπεν Ἵλεώς μοι, Κύριε, τοῦ ποιῆσαι τοῦτο· εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι; καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί. καὶ Ἀβεισὰ ἀδελφὸς Ἰωάβ, υἱὸς Σαρουίας, αὐτὸς ἄρχων ἐν τοῖς τρισίν, καὶ αὐτὸς ἐξήγειρεν τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας· καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισίν· ἐκ τῶν τριῶν ἐκείνων ἔνδοξος, καὶ ἐγένετο αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἦλθε. καὶ Βαναίας υἱὸς Ἰωδᾶε, ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ Καβεσεήλ, καὶ αὐτὸς ἐπάταξεν τοὺς δύο υἱοὺς Ἀριὴλ τοῦ Μωάβ· καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος. αὐτὸς ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατόν· ἐν δὲ τῇ χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας· καὶ κατέβη πρὸς αὐτὸν ἐν τῷ δόρατι καὶ ἥρπασεν τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου, καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ. ταῦτα ἐποίησεν Βαναίας υἱὸς Ἰωδᾶε, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς· ἐκ τῶν τριῶν ἔνδοξος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦλθεν, καὶ ἔταξεν αὐτὸν Δαυεὶδ εἰς τὰς ἀκοὰς αὐτοῦ. Καὶ ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυεὶδ βασιλέως. Ἀσαὴλ ἀδελφὸς Ἰωάβ, οὗτος ἐν τοῖς τριάκοντα· Ἐλεανὰν υἱὸς Δουδεὶ πατραδέλφου αὐτοῦ ἐν Βαιθλέεμ· Σαιμὰ ὁ Ῥουδαῖος· Σελλὴς ὁ Κελωθεί· Εἴρας υἱὸς Εἰσκὰ ὁ Θεκωείτης· Ἀβειέζερ ὁ Ἀνωθείτης, ἐκ τῶν υἱῶν τοῦ Ἀνωθείτου· Ἐλλὼν ὁ Ἀωείτης· Νοερὲ ὁ Ἐντωφατείτης. Ἐσθαεὶ υἱὸς Ῥειβὰ ἐκ Γαβαὲθ υἱὸς Βενιαμεὶν τοῦ Ἐφραθαίου· Ἁδαοὶ ἀπὸ χειμάρρων, [31] Γαδαβιὴλ υἱὸς τοῦ Ἀραβωθαίου. Ἀσβὼθ ὁ Βαρδιαμείτης· Ἐμασοὺ ὁ Σαλαβωνείτης· υἱοὶ Ἀσάν Ἰωναθάν· Σαμνὰν ὁ Ἁρωδείτης· Ἀμνὰν υἱὸς Ἀραὶ Σαραουρείτης· Ἀλειφάλεθ υἱὸς τοῦ Ἀσβείτου υἱὸς τοῦ Μαχαχααχεί· Ἐλιὰβ υἱὸς Ἀχειτόφελ τοῦ Γελωνείτου· Ἁσαραὶ ὁ Καρμήλιος τοῦ Οὐραιοερχεί· Γαὰλ υἱὸς Ναθὰν ἀπὸ δυνάμεως, υἱὸς Γαλααδδεί· Ἐλειὲ ὁ Ἀμμανείτης· Γελωρὲ ὁ Βηθωραῖος αἴρων τὰ σκεύη Ἰωάβ, υἱὸς Σαρουίας· Εἴρας ὁ Αἰθειραῖος· Γηρὰβ ὁ Ἐθθεναῖος· Οὐρείας ὁ Χετταῖος· πάντες τριάκοντα καὶ ἑπτά.
2 Samuel 23
Read in English (BSB) — 2 Samuel 23 →Tap any verse to see what it echoes — and start a chain or echo from it.