Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησεν Δαυεὶδ ἐν Κυρίῳ λέγων Εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων Ἰούδα; καὶ εἶπεν Κύριος πρὸς αὐτόν Ἀνάβηθι. καὶ εἶπεν Δαυείδ Ποῦ ἀναβῶ; καὶ εἶπεν Εἰς Χεβρών. καὶ ἀνέβη ἐκεῖ Δαυεὶδ εἰς Χεβρὼν καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, Ἀχινόομ ἡ Ἰσραηλεῖτις καὶ Ἀβειγαία ἡ γυνὴ Ναβὰλ τοῦ Καρμηλίου, καὶ οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ κατῴκουν ἐν ταῖς πόλεσιν Χεβρών. καὶ ἔρχονται ἄνδρες τῆς Ἰρυδαίας καὶ χρίουσιν τὸν Δαυεὶδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ἰούδα. Καὶ ἀπήγγειλαν τῷ Δαυεὶδ λέγοντες ὅτι οἱ ἄνδρες Ἰαβεὶς τῆς Γαλααδείτιδος ἔθαψαν τὸν Σαούλ. καὶ ἀπέστειλεν Δαυεὶδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους Ἰαβεὶς τῆς Γαλααδείτιδος, ⸆ καὶ εἶπεν πρὸς αὐτούς Εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ, ὅτι πεποιήκατε τὸ ἔλεος τοῦ θεοῦ ἐπὶ τὸν κύριον ὑμῶν Σαούλ, καὶ ἐθάψατε αὐτόν. καὶ νῦν ποιήσαι Κύριος μεθ᾽ ὑμῶν ἔλεος καὶ ἀλήθειαν, καί γε ἐγὼ ποιήσω μεθ᾽ ὑμῶν τὸ ἀγαθὸν τοῦτο, ὅτι ἐποιήσατε τὸ ῥῆμα τοῦτο. καὶ νῦν κραταιούσθωσαν αἱ χεῖρες ὑμῶν καὶ γίνεσθε εἰς υἱοὺς δυνατούς, ὅτι τέθνηκεν ὁ ⸂⸆⸃ κύριος ὑμῶν Σαούλ, καί γε ἐμὲ κέχρικεν ὁ οἶκος Ἰούδα ἐφ᾽ ἑαυτὸν εἰς βασιλέα. Καὶ Ἀβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος τοῦ Σαοὺλ ἔλαβεν τὸν Ἰεβόσθε υἱὸν Σαοὺλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μανάεμ, καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδεῖτιν καὶ ἐπὶ τὸν Θασειρεὶ καὶ ἐπὶ τὸν Ἰσραὴλ καὶ ἐπὶ τὸν Ἐφράιμ καὶ ἐπὶ τὸν Βενιαμεὶν καὶ ἐπὶ πάντα Ἰσραήλ. τεσσεράκοντα ἐτῶν Ἰεβόσθε υἱὸς Σαοὺλ ὅτε ἐβασίλευσεν ⸆ ἐπὶ τὸν Ἰσραήλ, καὶ δύο ἔτη ἐβασίλευσεν, πλὴν τοῦ οἴκου Ἰούδα οἳ ἦσαν ὀπίσω Δαυείδ. καὶ ἐγένοντο αἱ ἡμέραι ἃς Δαυεὶδ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν οἶκον Ἰούδα ἑπτὰ ἔτη καὶ ἓξ μῆνας. Καὶ ἐξῆλθεν Ἀβενὴρ υἱὸς Νὴρ καὶ οἱ παῖδες Ἰεβόσθαι υἱοῦ Σαοὺλ ἐκ Μανάειμ εἰς Γαβαώ· καὶ Ἰωὰβ υἱὸς Σαρουιὰ καὶ οἱ παῖδες Δαυεὶδ ἐξῆλθον ἐκ Χεβρὼν καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν Γαβαὼν ἐπὶ τὸ αὐτό, καὶ ἐκάθισαν οὗτοι ἐπὶ ⸂⸆⸃ τὴν κρήνην τὴν Γαβαὼν ἐντεῦθεν καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν. καὶ εἶπεν Ἀβεννὴρ πρὸς Ἰωάβ Ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάτωσαν ἐνώπιον ἡμῶν· καὶ εἶπεν Ἰωάβ Ἀναστήτωσαν. καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων Βενιαμεὶν δώδεκα τῶν Ἰεβόσθε υἱοῦ Σαοὺλ καὶ δώδεκα ἐκ τῶν παίδων Δαυείδ. καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ, καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ, καὶ πίπτουσιν κατὰ τὸ αὐτό· καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μερὶς τῶν ἐπιβούλων, ἥ ἐστιν ἐν Γαβαών. καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἔπταισεν Ἀβεννὴρ καὶ ἄνδρες Ἰσραὴλ ἐνώπιον παίδων Δαυείδ. καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ Σαρουιά, Ἰωὰβ καὶ Ἀβεσσὰ καὶ Ἀσαήλ· καὶ Ἀσαὴλ κοῦφος τοῖς ποσὶν αὐτοῦ ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ. καὶ κατεδίωξεν Ἀσαὴλ ὀπίσω Ἀβεννήρ, καὶ οὐκ ἐξέκλινεν τοῦ πορεύεσθαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισθεν Ἀβεννήρ. καὶ ἐπέβλεψεν Ἀβεννὴρ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ εἶπεν Εἰ σὺ εἶ αὐτὸς Ἀσαήλ; καὶ εἶπεν Ἐγώ εἰμι. καὶ εἶπεν αὐτῷ Ἀβεννήρ Ἔκκλινον σὺ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερά, καὶ κάτασχε σαυτῷ ἓν τῶν παιδαρίων καὶ λάβε σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ· καὶ οὐκ ἠθέλησεν Ἀσαὴλ ἐκκλῖναι ἐκ τῶν ὄπισθεν αὐτοῦ. καὶ προσέθετο ἔτι Ἀβεννὴρ λέγων τῷ Ἀσαήλ Ἀπόστηθι ἀπ᾽ ἐμοῦ, ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν· καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς Ἰωάβ; καὶ ποῦ ἐστιν ταῦτα; ἐπίστρεφε πρὸς Ἰωὰβ τὸν ἀδελφόν σου· καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι. καὶ τύπτει αὐτὸν Ἀβεννὴρ ἐν τῷ ὀπίσω τοῦ δόρατος ἐπὶ τὴν ψόαν, καὶ διεξῆλθεν τὸ δόρυ ἐκ τῶν ὀπίσω αὐτοῦ, καὶ πίπτει ἐκεῖ καὶ ἀποθνήσκει ὑποκάτω αὐτοῦ· καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου οὗ ἔπεσεν ἐκεῖ Ἀσαὴλ καὶ ἀπέθανεν, καὶ ὑφίστατο. καὶ κατεδίωξεν Ἰωὰβ καὶ Ἀβεσσὰ ὀπίσω Ἀβεννήρ, καὶ ὁ ἥλιος ἔδυνεν· καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ Ἀμμάν, ὅ ἐστιν ἐπὶ προσώπου Γαί, ὁδὸν ἔρημον Γαβαών. καὶ συναθροίζονται υἱοὶ Βενιαμεὶν οἱ ὀπίσω Ἀβεννήρ, καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός. καὶ ἐκάλεσεν Ἀβεννὴρ Ἰωὰβ καὶ εἶπεν Μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία; ἢ οὐκ οἶδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα; καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀναστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν ἡμῶν; καὶ εἶπεν Ἰωάβ Ζῇ Κύριος, ὅτι εἰ μὴ ἐλάλησας, διότι τότε ἐκ πρωίθεν ἀνέβη ὁ λαὸς ἕκαστος κατόπισθεν τοῦ ἀδελφοῦ αὐτοῦ. καὶ ἐσάλπισεν Ἰωὰβ τῇ σάλπιγγι, καὶ ἀπέστησαν πᾶς ὁ λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ Ἰσραήλ, καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν. καὶ Ἀβεννὴρ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην, καὶ διέβαιναν τὸν Ἰορδάνην καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν, καὶ ἔρχονται εἰς τὴν παρεμβολήν. καὶ Ἰωὰβ ἀνέστρεψεν ὄπισθεν ἀπὸ τοῦ Ἀβεννὴρ καὶ συνήθροισεν πάντα τὸν λαόν, καὶ ἐπεσκέπησαν τῶν παίδων Δαυεὶδ ἐννέα καὶ δέκα ἄνδρες. καὶ Ἀσαὴλ καὶ οἱ παῖδες Δαυεὶδ ἐπάταξαν τῶν υἱῶν Βενιαμεὶν τῶν ἀνδρῶν Ἀβεννὴρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ᾽ αὐτοῦ. καὶ αἴρουσιν τὸν Ἀσαὴλ καὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν Βαιθλέεμ· καὶ ἐπορεύθη Ἰωὰβ καὶ οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ ὅλην τὴν νύκτα, καὶ διέφαυσεν αὐτοῖς ἐν Χεβρών.
2 Samuel 2
Read in English (BSB) — 2 Samuel 2 →Tap any verse to see what it echoes — and start a chain or echo from it.