Echo Scripture

2 Samuel 12

Read in English (BSB) — 2 Samuel 12

Καὶ ἀπέστειλεν Κύριος τὸν Ναθὰν τὸν προφήτην πρὸς Δαυείδ, καὶ εἰσῆλθεν πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ Δύο ἦσαν ἄνδρες ἐν πόλει μιᾷ, εἷς πλούσιος καὶ εἷς πένης. καὶ τῷ πλουσίῳ ἦν ποίμνια καὶ βουκόλια πολλὰ σφόδρα· καὶ τῷ πένητι οὐδὲν ἀλλ᾽ ἢ ἀμνὰς μία μικρά, ἣν ἐκτήσατο καὶ περιεποιήσατο καὶ ἐξέθρεψεν αὐτήν, καὶ ἡδρύνθη μετ᾽ αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτό· ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιεν καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινεν καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν καὶ ἦν αὐτῷ ὡς θυγάτηρ. καὶ ἦλθεν πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ, καὶ ἐφείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ καὶ ἐκ τῶν βουκολίων αὐτοῦ τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ ἐλθόντι πρὸς αὐτόν, καὶ ἔλαβεν τὴν ἀμνάδα τοῦ πένητος καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλθόντι πρὸς αὐτόν. καὶ ἐθυμώθη ὀργῇ Δαυεὶδ σφόδρα τῷ ἀνδρί, καὶ εἶπεν Δαυεὶδ πρὸς Ναθάν Ζῇ Κύριος, ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο, καὶ τὴν ἀμνάδα ἀποτίσει ἑπταπλασίονα ἀνθ᾽ ὧν ὅτι ἐποίησεν τὸ ῥῆμα τοῦτο καὶ περὶ οὗ οὐκ ἐφείσατο. Καὶ εἶπεν Ναθὰν πρὸς Δαυείδ Σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο· ὅτι τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἐγώ εἰμι ὁ χρίσας σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ ἐγώ εἰμι ἐρυσάμην σε ἐκ χειρὸς Σαούλ· καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου, καὶ ἔδωκά σοι τὸν οἶκον Ἰσραὴλ καὶ Ἰούδα· καὶ εἰ μικρόν ἐστιν, προσθήσω σοι κατὰ ταῦτα. ὅτι ἐφαύλισας τὸν λόγον Κυρίου τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ· τὸν Οὐρείαν τὸν Χετταῖον ἐπάταξας ἐν ῥομφαίᾳ, καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα, καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομφαίᾳ υἱῶν Ἀμμών· καὶ νῦν οὐκ ἀποστήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος, ἀνθ᾽ ὧν ὅτι ἐξουδένωσας, καὶ ἔλαβες τὴν γυναῖκα τοῦ Οὐρείου τοῦ Χετταίου τοῦ εἶναί σοι εἰς γυναῖκα. τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου, καὶ λήμψομαι τὰς γυναῖκάς σου κατ᾽ ὀφθαλμούς σου καὶ δώσω τῷ πλησίον σου, καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου· ὅτι σὺ ἐποίησας κρυβῇ, κἀγὼ ποιήσω τὸ ῥῆμα τοῦτο ἐναντίον παντὸς Ἰσραὴλ καὶ ἀπέναντι τούτου τοῦ ἡλίου. Καὶ εἶπεν Δαυεὶδ τῷ Ναθάν Ἡμάρτηκα τῷ κυρίῳ. καὶ εἶπεν Ναθὰν πρὸς Δαυείδ Καὶ Κύριος παρεβίβασεν τὸ ἁμάρτημά σου· οὐ μὴ ἀποθάνῃς. πλὴν ὅτι παροξύνων παρώξυνας τοὺς ἐχθροὺς Κυρίου ἐν τῷ ῥήματι τούτῳ, καί γε ὁ υἱός σου ὁ τεχθείς σοι θανάτῳ ἀποθανεῖται. Καὶ ἀπῆλθεν Ναθὰν εἰς τὸν οἶκον αὐτοῦ· καὶ ἔθραυσεν Κύριος τὸ παιδίον ὃ ἔτεκεν ἡ γυνὴ Οὐρείου τῷ Δαυείδ, καὶ ἠρρώστησεν. καὶ ἐζήτησεν Δαυεὶδ τὸν θεὸν περὶ τοῦ παιδαρίου, καὶ ἐνήστευσεν Δαυεὶδ νηστείαν καὶ εἰσῆλθεν καὶ ηὐλίσθη ἐπὶ τῆς γῆς. καὶ ἀνέστησαν ἐπ᾽ αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γῆς, καὶ οὐκ ἠθέλησεν· καὶ οὐ συνέφαγεν αὐτοῖς ἄρτον. καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπέθανε τὸ παιδάριον· καὶ ἐφοβήθησαν οἱ δοῦλοι Δαυεὶδ ἀναγγεῖλαι αὐτῷ ὅτι τέθνηκεν τὸ παιδάριον, ὅτι εἶπαν Ἰδοὺ ἐν τῷ ἔτι τὸ παιδάριον ζῇν ἐλαλήσαμεν πρὸς αὐτόν, καὶ οὐκ εἰσήκουσεν τῆς φωνῆς ἡμῶν· καὶ πῶς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέθνηκεν τὸ παιδάριον; καὶ ποιήσει κακά. καὶ συνῆκεν Δαυεὶδ ὅτι οἱ παῖδες αὐτοῦ ψιθυρίζουσιν, καὶ ἐνόησεν Δαυεὶδ ὅτι τέθνηκεν τὸ παιδάριον· καὶ εἶπεν Δαυεὶδ πρὸς τοὺς παῖδας αὐτοῦ Εἰ τέθνηκεν τὸ παιδάριον; καὶ εἶπαν Τέθνηκεν. καὶ ἀνέστη Δαυεὶδ ἐκ τῆς γῆς, καὶ ἐλούσατο καὶ ἠλείψατο καὶ ἤλλαξεν τὰ ἱμάτια αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ προσεκύνησεν αὐτῷ· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ᾔτησεν ἄρτον φαγεῖν, καὶ παρέθηκαν αὐτῷ ἄρτον καὶ ἔφαγεν. καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν Τί τὸ ῥῆμα τοῦτο ὃ ἐποίησας; ἕνεκα τοῦ παιδαρίου ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις· καὶ ἡνίκα ἀπέθανεν τὸ παιδάριον, ἀνέστης καὶ ἔφαγες ἄρτον καὶ πέπωκας. καὶ εἶπεν Δαυείδ Ἐν τῷ τὸ παιδάριον ἔτι ζῇν ἐνήστευσα καὶ ἔκλαυσα, ὅτι εἶπα Τίς οἶδεν εἰ ἐλεήσει με Κύριος, καὶ ζήσεται τὸ παιδάριον; καὶ νῦν τέθνηκεν, ἵνα τί τοῦτο ἐγὼ νηστεύω; μὴ δυνήσομαι αὐτὸ ἐπιστρέψαι ἔτι; ἐγὼ πορεύσομαι πρὸς αὐτόν, καὶ αὐτὸς οὐκ ἀναστρέψει πρὸς μέ. καὶ παρεκάλεσεν Δαυεὶδ Βηρσάβεε τὴν γυναῖκα αὐτοῦ, καὶ εἰσῆλθεν πρὸς αὐτὴν καὶ ἐκοιμήθη μετ᾽ αὐτῆς· καὶ συνέλαβεν καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαλωμών, καὶ Κύριος ἠγάπησεν αὐτόν. καὶ ἀπέστειλεν ἐν χειρὶ Ναθὰν τοῦ προφήτου, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰδεδεί, ἕνεκεν Κυρίου. Καὶ ἐπολέμησεν Ἰωὰβ ἐν Ῥαββὰθ υἱῶν Ἀμμών, καὶ κατέλαβεν τὴν πόλιν τῆς βασιλείας. καὶ ἀπέστειλεν Ἰωὰβ ἀγγέλους πρὸς Δαυεὶδ καὶ εἶπεν Ἐπολέμησα ἐν Ῥαββὰθ καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων· καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ, καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν· ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληθῇ τὸ ὄνομά μου ἐπ᾽ αὐτήν. καὶ συνήγαγεν Δαυεὶδ πάντα τὸν λαὸν καὶ ἐπορεύθη εἰς Ῥαββάθ, καὶ ἐπολέμησεν ἐν αὐτῇ καὶ κατελάβετο αὐτήν. καὶ ἔλαβεν τὸν στέφανον Μελχὸλ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ λίθου τιμίου, καὶ ἦν ἐπὶ τῆς κεφαλῆς Δαυείδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα. καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγεν καὶ ἔθηκεν ἐν τῷ πρίονι καὶ ἐν τριβόλοις τοῖς σιδηροῖς καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινθείου· καὶ οὕτως ἐποίησεν πάσαις ταῖς πόλεσιν υἱῶν Ἀμμών. καὶ ἐπέστρεψεν Δαυεὶδ καὶ πᾶς ὁ λαὸς εἰς Ἰερουσαλήμ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.