Echo Scripture

2 Kings 8

Read in English (BSB) — 2 Kings 8

Καὶ Ἐλεισαῖε ἐλάλησεν πρὸς τὴν γυναῖκα ἧς ἐζωπύρησεν τὸν υἱὸν λέγων Ἀνάστηθι καὶ δεῦρο σὺ καὶ ὁ οἶκός σου καὶ παροίκει οὗ ἐὰν παροικήσῃς, ὅτι κέκληκεν Κύριος λιμὸν ἐπὶ τὴν γῆν, καὶ γε ἦλθεν ἐπὶ τὴν γῆν ἑπτὰ ἔτη. καὶ ἀνέστη ἡ γυνὴ καὶ ἐποίησεν κατὰ τὸ ῥῆμα Ἐλεισαῖε, καὶ ἐπορεύθη αὐτὴ καὶ ὁ οἶκος αὐτῆς· καὶ παρῴκει ἐν γῇ ἀλλοφύλων ἑπτὰ ἔτη. καὶ ἐγένετο μετὰ τὸ τέλος τῶν ἑπτὰ ἐτῶν καὶ ἐπέστρεψεν ἡ γυνὴ ἐκ γῆς ἀλλοφύλων εἰς τὴν πόλιν, καὶ ἦλθεν βοῆσαι πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς. καὶ ὁ βασιλεὺς ἐλάλει πρὸς Γιεζεὶ τὸ παιδάριον Ἐλεισαῖε τοῦ ἀνθρώπου τοῦ θεοῦ λέγων Διήγησαι δή μοι πάντα τὰ μεγάλα ἃ ἐποίησεν Ἐλεισαῖε. καὶ ἐγένετο αὐτοῦ ἐξηγουμένου τῷ βασιλεῖ ὡς ἐζωπύρησεν υἱὸν τεθνηκότα, καὶ ἰδοὺ ἡ γυνὴ ἧς ἐζωπύρησεν τὸν υἱὸν αὐτῆς Ἐλεισαῖε βοῶσα πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς· καὶ εἶπεν Γιεζεί Κύριε βασιλεῦ, αὕτη ἡ γυνὴ καὶ οὗτος ὁ υἱὸς αὐτῆς ὃν ἐζωπύρησεν Ἐλεισαῖε. καὶ ἐπηρώτησεν ὁ βασιλεὺς τὴν γυναῖκα, καὶ διηγήσατο αὐτῷ· καὶ ἔδωκεν αὐτῇ ὁ βασιλεὺς εὐνοῦχον ἕνα λέγων Ἐπίστρεψον πάντα αὐτῆς τὰ γενήματα τοῦ ἀγροῦ, ἀπὸ τῆς ἡμέρας ἧς κατέλιπεν τὴν γῆν ἕως τοῦ νῦν. Καὶ ἦλθεν Ἐλεισαῖε εἰς Δαμασκόν· καὶ υἱὸς Ἁδὲρ βασιλεὺς Συρίας ἠρρώστησεν· καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες Ἥκει ὁ ἄνθρωπος τοῦ θεοῦ ἕως ὧδε. καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἁζαήλ Λάβε ἐν τῇ χειρί σου μαανά, καὶ δεῦρο εἰς ἀπαντὴν τῷ ἀνθρώπῳ τοῦ θεοῦ, καὶ ἐπιζήτησον τὸν κύριον παρ᾽ αὐτοῦ λέγων Εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης; καὶ ἐπορεύθη Ἁζαὴλ εἰς ἀπαντὴν αὐτοῦ, καὶ ἔλαβεν μαανὰ ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντα τὰ ἀγαθὰ Δαμασκοῦ, ἄρσιν τεσσεράκοντα καμήλων, δῶρα· καὶ ἦλθεν καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπεν πρὸς Ἐλεισαῖε Υἱός σου υἱὸς Ἁδὲρ βασιλεὺς Συρίας ἀπέστειλέν με πρὸς σὲ ἐπερωτῆσαι λέγων Εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης; καὶ εἶπεν Ἐλεισαῖε Δεῦρο εἰπόν Ζωῇ ζήσῃ· καὶ ἔδειξέν μοι Κύριος ὅτι θανάτῳ ἀποθανῇ. καὶ παρέστη τῷ προσώπῳ αὐτοῦ, καὶ ἔθηκεν ἕως αἰσχύνης· καὶ ἔκλαυσεν ὁ ἄνθρωπος τοῦ θεοῦ. καὶ εἶπεν Ἁζαήλ Τί ὅτι ὁ κύριός μου κλαίει; καὶ εἶπεν Ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ἰσραὴλ κακά· τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρί, καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενεῖς, καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις, καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναρήξεις. καὶ εἶπεν Ἁζαήλ Τίς ἐστιν ὁ δοῦλός σου, ὁ κύων ὁ τεθνηκώς, ὅτι ποιήσει τὸ ῥῆμα τοῦτο; καὶ εἶπεν Ἐλεισαῖε Ἔδειξέν μοι Κύριός σε βασιλεύοντα ἐπὶ Ἰσραήλ. καὶ ἀπῆλθεν ἀπὸ Ἐλεισαῖε, καὶ εἰσῆλθεν πρὸς τὸν κύριον αὐτοῦ· καὶ εἶπεν αὐτῷ Ὅ τι εἶπέν σοι Ἐλεισαῖε; καὶ εἶπεν Εἶπέν μοι Ζωῇ ζήσῃ. καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἔλαβεν τὸν χαββὰ καὶ ἔβαψεν τῷ ὕδατι καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ, καὶ ἀπέθανεν· καὶ ἐβασίλευσεν Ἁζαὴλ ἀντ᾽ αὐτοῦ. Ἐν ἔτει πέμπτῳ τῷ Ἰωρὰμ υἱῷ Ἀχαὰβ βασιλεῖ Ἰσραὴλ καὶ Ἰωσαφάθ βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωρὰμ υἱὸς Ἰωσαφὰθ βασιλεὺς Ἰούδα. υἱὸς τριάκοντα καὶ δύο ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ τεσσεράκοντα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ. καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραὴλ καθὼς ἐποίησεν οἶκος Ἀχαάβ, ὅτι θυγάτηρ Ἀχαὰβ ἦν αὐτῷ εἰς γυναῖκα· καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου. καὶ οὐκ ἠθέλησεν Κύριος διαφθεῖραι τὸν Ἰούδαν διὰ Δαυεὶδ τὸν δοῦλον αὐτοῦ, καθὼς εἶπεν δοῦναι αὐτῷ λύχνον πάσας τὰς ἡμέρας. ἐν ταῖς ἡμέραις αὐτοῦ ἠθέτησεν Ἐδὼμ ὑποκάτωθεν χειρὸς Ἰούδα, καὶ ἐβασίλευσαν ἐφ᾽ ἑαυτοὺς βασιλέα. καὶ ἀνέβη Ἰωρὰμ εἰς Σειὼρ καὶ πάντα τὰ ἅρματα μετ᾽ αὐτοῦ· καὶ ἐγένετο αὐτοῦ ἀναστάντος, καὶ ἐπάταξεν τὸν Ἐδὼμ τὸν κυκλώσαντα ἐπ᾽ αὐτὸν καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων, καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτῶν. καὶ ἠθέτησεν Ἐδὼμ ὑποκάτω τῆς χειρὸς Ἰούδα ἕως τῆς ἡμέρας ταύτης. τότε ἠθέτησεν Σεννὰ ἐν τῷ καιρῷ ἐκείνῳ. καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωρὰμ καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; καὶ ἐκοιμήθη Ἰωρὰμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ὀχοζείας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. Ἐν ἔτει δωδεκάτῳ τῷ Ἰωρὰμ υἱῷ Ἀχαὰβ βασιλεῖ Ἰσραήλ ἐβασίλευσεν Ὀχοζείας υἱὸς Ἰωράμ. υἱὸς εἴκοσι καὶ δύο ἐτῶν Ὀχοζείας ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ἰσραήλ. καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γοθολία θυγάτηρ Ἀμβρεὶ βασιλέως Ἰσραήλ. καὶ ἐπορεύθη ἐν ὁδῷ οἴκου Ἀχαάβ, καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου καθὼς ὁ οἶκος Ἀχαάβ. καὶ ἐπορεύθη μετὰ Ἰωρὰμ υἱοῦ Ἀχαὰβ εἰς πόλεμον μετὰ Ἁζαὴλ βασιλέως ἀλλοφύλων ἐν Ῥεμμὼθ Γαλαάδ, καὶ ἐπάταξαν οἱ Σύροι τὸν Ἰωράμ. καὶ ἐπέστρεψεν ὁ βασιλεὺς Ἰωρὰμ τοῦ ἰατρευθῆναι ἐν Ἰσραὴλ ἀπὸ τῶν πληγῶν ὧν ἐπάταξαν αὐτὸν ἐν Ῥεμμὼθ ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Ἁζαὴλ βασιλέως Συρίας· καὶ Ὀχοζεὶ υἱὸς Ἰωρὰμ κατέβη τοῦ ἰδεῖν τὸν Ἰωρὰμ υἱὸν Ἀχαὰβ ἐν Ἰσραήλ, ὅτι ἠρρώστει αὐτός.

Tap any verse to see what it echoes — and start a chain or echo from it.