Echo Scripture

2 Kings 6

Read in English (BSB) — 2 Kings 6

Καὶ εἶπον οἱ υἱοὶ τῶν προφητῶν πρὸς Ἐλεισαῖε Ἰδοὺ δὴ ὁ τόπος ἐν ᾧ ἡμεῖς οἰκοῦμεν ἐνώπιόν σου στενὸς ἀφ᾽ ἡμῶν· πορευθῶμεν δὴ ἕως τοῦ Ἰορδάνου καὶ λάβωμεν ἐκεῖθεν ἀνὴρ εἷς δοκὸν μίαν, καὶ ποιήσωμεν ἑαυτοῖς ἐκεῖ τοῦ οἰκεῖν ἐκεῖ. καὶ εἶπεν Δεῦτε. καὶ εἶπεν ὁ εἷς Ἐπιεικῶς, δεῦρο μετὰ τῶν δούλων σου· καὶ εἶπεν Ἐγὼ πορεύσομαι. καὶ ἐπορεύθη μετ᾽ αὐτῶν, καὶ ἦλθον εἰς τὸν Ἰορδάνην καὶ ἔτεμνον τὰ ξύλα. καὶ ἰδοὺ ὁ εἷς καταβάλλων τὴν δοκόν, καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ· καὶ ἐβόησεν Ὤ, κύριε· καὶ αὐτὸ κεκρυμμένον. καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ Ποῦ ἔπεσεν; καὶ ἔδειξεν αὐτῷ τὸν τόπον· καὶ ἀπέκνισεν ξύλον καὶ ἔρριψεν ἐκεῖ, καὶ ἐπεπόλασεν τὸ σιδήριον. καὶ εἴρηκεν Ὕψωσον σαυτῷ· καὶ ἐξέτεινεν τὴν χεῖρα καὶ ἔλαβεν αὐτό. Καὶ βασιλεὺς Συρίας ἦν πολεμῶν ἐν Ἰσραήλ, καὶ ἐβουλεύσατο πρὸς τοὺς παῖδας αὐτοῦ λέγων Εἰς τὸν τόπον τόνδε τινὰ ἐλιμωνὶ παρεμβαλῶ. καὶ ἀπέστειλεν Ἐλεισαῖε πρὸς βασιλέα Ἰσραὴλ λέγων Φύλαξαι μὴ παρελθεῖν ἐν τῷ τόπῳ τούτῳ, ὅτι ἐκεῖ Συρία κέκρυπται. καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰσραὴλ εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ Ἐλεισαῖε, καὶ ἐφυλάξατο ἐκεῖθεν οὐ μίαν οὐδὲ δύο. καὶ ἐξεκινήθη ἡ ψυχὴ βασιλέως Συρίας περὶ τοῦ λόγου τούτου, καὶ ἐκάλεσεν τοὺς παῖδας αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς Οὐκ ἀναγγελεῖτέ μοι τίς προδίδωσίν με βασιλεῖ Ἰσραήλ; καὶ εἶπεν εἷς τῶν παίδων αὐτοῦ Οὐχί, κύριε μου βασιλεῦ, ὅτι Ἐλεισαῖε ὁ προφήτης ὁ ἐν Ἰσραὴλ ἀναγγέλλει τῷ βασιλεῖ Ἰσραὴλ πάντας τοὺς λόγους οὓς ἐὰν λαλήσῃς ἐν τῷ ταμείῳ τοῦ κοιτῶνός σου. καὶ εἶπεν Δεῦτε ἴδετε ποῦ οὗτος, καὶ ἀποστείλας λήμψομαι αὐτόν· καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες Ἰδοὺ ἐν Δωθάειμ. καὶ ἀπέστειλεν ἐκεῖ ἵππον καὶ ἅρμα καὶ δύναμιν βαρεῖαν, καὶ ἦλθον νυκτὸς καὶ περιεκύκλωσαν τὴν πόλιν. καὶ ὤρθρισεν ὁ λειτουργὸς Ἐλεισαῖε ἀναστῆναι καὶ ἐξῆλθεν, καὶ ἰδοὺ δύναμις κυκλοῦσα τὴν πόλιν καὶ ἵππος καὶ ἅρμα· καὶ εἶπεν τὸ παιδάριον πρὸς αὐτόν Ὤ, κύριε· πῶς ποιήσωμεν; καὶ εἶπεν Ἐλεισαῖε Μὴ φοβοῦ, ὅτι πλείους οἱ μεθ᾽ ἡμῶν ὑπὲρ τοὺς μετ᾽ αὐτῶν. καὶ προσεύξατο Ἐλεισαῖε καὶ εἶπεν Κύριε, διάνοιξον τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου καὶ ἰδέτω· καὶ διήνοιξεν Κύριος τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶδεν· καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων, καὶ ἅρμα πυρὸς περικύκλῳ Ἐλεισαῖε. καὶ κατέβησαν πρὸς αὐτόν· καὶ προσηύξατο πρὸς Κύριον καὶ εἶπεν Πάταξον δὴ τοῦτο τὸ ἔθνος ἀορασίᾳ· καὶ ἐπάταξεν αὐτοὺς ἀορασίᾳ κατὰ τὸ ῥῆμα Ἐλεισαῖε. καὶ εἶπεν πρὸς αὐτοὺς Ἐλεισαῖε Οὐχ αὕτη ἡ πόλις καὶ αὕτη ἡ ὁδός· δεῦτε ὀπίσω μου, καὶ ἄξω ὑμᾶς πρὸς τὸν ἄνδρα ὃν ζητεῖτε· καὶ ἀπήγαγεν αὐτοὺς πρὸς Σαμάρειαν. καὶ ἐγένετο ὡς εἰσῆλθον εἰς Σαμάρειαν, καὶ εἶπεν Ἐλεισαῖε Ἄνοιξον δή, Κύριε, τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδέτωσαν· καὶ διήνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ εἶδον· καὶ ἰδοὺ ἦσαν ἐν μέσῳ Σαμαρείας. καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραήλ, ὡς εἶδεν αὐτούς Εἰ πατάξας πατάξω, πάτερ; καὶ εἶπεν Οὐ πατάξεις, εἰ μὴ οὓς ᾐχμαλώτευσας ἐν ῥομφαίᾳ σου καὶ τόξῳ σου σὺ τύπτεις· παράθες ἄρτους καὶ ὕδωρ ἐνώπιον αὐτῶν, καὶ φαγέτωσαν καὶ πιέτωσαν, καὶ ἀπελθέτωσαν πρὸς τὸν κύριον αὐτῶν. καὶ παρέθηκεν αὐτοῖς παράθεσιν μεγάλην, καὶ ἔφαγον καὶ ἔπιον· καὶ ἀπέστειλεν αὐτοὺς πρὸς τὸν κύριον αὐτῶν· καὶ οὐ προσέθεντο ἔτι μονόζωνοι Συρίας τοῦ ἐλθεῖν εἰς γῆν Ἰσραήλ. Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἤθροισεν υἱὸς Ἁδὲρ βασιλεὺς Συρίας πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ καὶ ἀνέβη, καὶ περιεκάθισαν Σαμάρειαν. καὶ ἐγένετο λιμὸς μέγας ἐν Σαμαρείᾳ, καὶ ἰδοὺ περιεκάθηντο ἐπ᾽ αὐτὴν ἕως οὗ ἐγενήθη κεφαλὴ ὄνου πεντήκοντα ἀργυρίου καὶ τέταρτον τοῦ κάβου κόπρου περιστερῶν πέντε ἀργυρίου. καὶ ἦν ὁ βασιλεὺς Ἰσραὴλ διαπορευόμενος ἐπὶ τοῦ τείχους, καὶ γυνὴ ἐβόησεν πρὸς αὐτὸν λέγουσα Σῶσον, κύριε βασιλεῦ. καὶ εἶπεν αὐτῇ Μή σε σώσαι Κύριος· πόθεν σώσω σε; μὴ ἀπὸ ἅλωνος ἢ ἀπὸ ληνοῦ; καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς Τί ἔστιν σοι; καὶ εἶπεν ἡ γυνή Αὕτη εἶπεν πρὸς μέ Δὸς τὸν υἱόν σου, καὶ φαγόμεθα αὐτὸν σήμερον· καὶ τὸν υἱόν μου, καὶ φαγόμεθα αὐτὸν αὔριον. καὶ ἡψήσαμεν τὸν υἱόν μου καὶ ἐφάγομεν αὐτόν, καὶ εἶπον πρός αὐτὴν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ Δὸς τὸν υἱόν σου καὶ φάγωμεν αὐτόν· καὶ ἔκρυψεν τὸν υἱὸν αὐτῆς. καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τῆς γυναικός, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ, καὶ αὐτὸς διεπορεύετο ἐπὶ τοῦ τείχους, καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὐτοῦ ἔσωθεν. καὶ εἶπεν Τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, εἰ στήσεται ἡ κεφαλὴ Ἐλεισαῖε ἐπ᾽ αὐτῷ σήμερον. καὶ Ἐλεισαῖε ἐκάθητο ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ οἱ πρεσβύτεροι ἐκάθηντο μετ᾽ αὐτοῦ· καὶ ἀπέστειλεν ἄνδρα πρὸ προσώπου αὐτοῦ πρὶν ἐλθεῖν τὸν ἄγγελον πρὸς αὐτόν· καὶ εἶπεν πρὸς τοὺς πρεσβυτέρους Εἰ ᾔδειτε ὅτι ἀπέστειλεν ὁ υἱὸς τοῦ φονευτοῦ ἀφελεῖν τὴν κεφαλήν μου; ἴδετε ὡς ἂν ἔλθῃ ὁ ἄγγελος, ἀποκλείσατε τὴν θύραν καὶ παραθλίψατε αὐτὸν ἐν τῇ θύρᾳ· οὐχὶ φωνὴ τῶν ποδῶν τοῦ κυρίου αὐτοῦ κατόπισθεν αὐτοῦ; ἔτι αὐτοῦ λαλοῦντος μετ᾽ αὐτῶν, καὶ ἰδοὺ ἄγγελος κατέβη πρὸς αὐτὸν καὶ εἶπεν Ἰδοὺ αὕτη ἡ κακία παρὰ Κυρίου· τί ὑπομείνω τῷ κυρίῳ ἔτι;

Tap any verse to see what it echoes — and start a chain or echo from it.