Καὶ ἐπέστρεψαν οἱ βασιλεῖς τὸ ῥῆμα· καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς πρεσβυτέρους Ἰούδα καὶ Ἰερουσαλήμ. καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον Κυρίου, καὶ πᾶς ἀνὴρ Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἰερουσαλὴμ μετ᾽ αὐτοῦ καὶ οἱ ἱερεῖς καὶ οἱ προφῆται καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, καὶ ἀνέγνω ἐνώπιον αὐτῶν πάντας τοὺς λόγους τοῦ βιβλίου τῆς διαθήκης τοῦ εὑρεθέντος ἐν οἴκῳ Κυρίου. καὶ ἔστη ὁ βασιλεὺς πρὸς τὸν στύλον, καὶ διέθετο διαθήκην ἐνώπιον Κυρίου, τοῦ πορεύεσθαι ὀπίσω Κυρίου, τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ, τοῦ ἀναστῆσαι τοὺς λόγους τῆς διαθήκης ταύτης, τὰ γεγραμμένα ἐπὶ τὸ βιβλίον τοῦτο· καὶ ἔστη πᾶς ὁ λαὸς ἐν τῇ διαθήκῃ. καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκείᾳ τῷ ἱερεῖ τῷ μεγάλῳ καὶ τοῖς ἱερεῦσιν τῆς δευτερώσεως καὶ τοῖς φυλάσσουσιν τὸν σταθμὸν ἐξαγαγεῖν ἐκ τοῦ ναοῦ Κυρίου πάντα τὰ σκεύη τὰ πεποιημένα τῷ Βάαλ καὶ τῷ ἄλσει καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ· καὶ κατέκαυσεν αὐτὰ ἔξω Ἰερουσαλὴμ ἐν σαλημὼθ Κεδρών, καὶ ἔλαβεν τὸν χοῦν αὐτῶν εἰς Βαιθήλ. καὶ κατέκαυσεν τοὺς χωμαρεὶμ οὓς ἔδωκαν βασιλεῖ Ἰούδα, καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς καὶ ἐν ταῖς πόλεσιν Ἰούδα καὶ τοῖς περικύκλῳ Ἰερουσαλήμ, καὶ τοὺς θυμιῶντας τῷ Βάαλ καὶ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τοῖς μαζουρὼθ καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ. καὶ ἐξήνεγκεν τὸ ἄλσος ἐξ οἴκου Κυρίου ἔξωθεν Ἰερουσαλὴμ εἰς τὸν χειμάρρουν Κεδρών, καὶ κατέκαυσεν αὐτὸν ἐν τῷ χειμάρρῳ Κεδρὼν καὶ ἐλέπτυνεν εἰς χοῦν, καὶ ἔριψεν τὸν χοῦν αὐτοῦ εἰς τὸν τάφον τῶν υἱῶν τοῦ λαοῦ. καὶ καθεῖλεν τὸν οἶκον τῶν καδησεὶμ τῶν ἐν τῷ οἴκῳ Κυρίου, οὗ αἱ γυναῖκες ὕφαινον ἐκεῖ χεττιεὶν τῷ ἄλσει. καὶ ἀνήγαγεν πάντας τοὺς ἱερεῖς ἐκ πόλεων Ἰούδα, καὶ ἐμίανεν τὰ ὑψηλὰ οὗ ἐθυμίασαν ἐκεῖ οἱ ἱερεῖς ἀπὸ Γαιβὰλ καὶ ἕως Βηρσάβεε· καὶ καθεῖλεν τὸν οἶκον τῶν πυλῶν τὸν παρὰ τὴν θύραν τῆς πύλης Ἰησοῦ ἄρχοντος τῆς πύλης, τῶν ἐξ ἀριστερῶν ἀνδρὸς ἐν τῇ πύλῃ τῆς πόλεως. πλὴν οὐκ ἀνέβησαν οἱ ἱερεῖς τῶν ὑψηλῶν πρὸς τὸ θυσιαστήριον Κυρίου ἐν Ἰερουσαλήμ, ὅτι εἰ μὴ ἔφαγον ἄζυμα ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν. καὶ μιανεῖτε τὸν Τάφεθ ἐν φάραγγι υἱοῦ Ἑννόμ, τοῦ διαγαγεῖν ἄνδρα τὸν υἱὸν αὐτοῦ καὶ ἄνδρα τὴν θυγατέρα αὐτοῦ τῷ Μόλοχ ἐν πυρί. καὶ κατέκαυσεν τοὺς ἵππους οὓς ἔδωκαν βασιλεῖς Ἰούδα τῷ ἡλίῳ ἐν τῇ εἰσόδῳ οἴκου Κυρίου εἰς τὸ γαζοφυλάκιον Ναθὰν βασιλέως τοῦ εὐνούχου ἐν φαρουρείμ· καὶ τὸ ἅρμα τοῦ ἡλίου κατέκαυσεν πυρί. καὶ τὰ θυσιαστήρια τὰ ἐπὶ τοῦ δώματος τοῦ ὑπερῴου Ἀχάζ, ἃ ἐποίησεν βασιλεὺς Ἰούδα, καὶ τὰ θυσιαστήρια ἃ ἐποίησεν Μανασσῆς ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου, καὶ καθεῖλεν ὁ βασιλεὺς καὶ κατέσπασεν ἐκεῖθεν, καὶ ἔρριψεν τὸν χοῦν αὐτῶν εἰς τὸν χειμάρρουν Κεδρών. καὶ τὸν οἶκον τὸν ἐπὶ πρόσωπον Ἰερουσαλὴμ τὸν ἐκ δεξιῶν τοῦ ὄρους τοῦ Μοσοάθ, ὃν ᾠκοδόμησεν Σαλωμὼν βασιλεὺς Ἰσραὴλ τῇ Ἀστάρτῃ προσοχθίσματι Σιδωνίων καὶ τῷ Χαμὼς προσοχθίσματι Μωὰβ καὶ τῷ Μολχὸλ βδελύγματι υἱῶν Ἀμμών, ἐμίανεν ὁ βασιλεύς. καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ ἔπλησεν τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων. Καί γε τὸ θυσιαστήριον τὸ ἐν Βαιθὴλ τὸ ὑψηλὸν ὃ ἐποίησεν Ἰεροβοὰμ υἱὸς Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ, καί γε τὸ θυσιαστήριον ἐκεῖνο τὸ ὑψηλὸν κατέσπασεν, καὶ συνέτριψεν τοὺς λίθους αὐτοῦ καὶ ἐλέπτυνεν εἰς χοῦν, καὶ κατέκαυσεν τὸ ἄλσος. καὶ ἐξένευσεν Ἰωσείας καὶ εἶδεν τοὺς τάφους ἐκεῖ ἐν τῇ πόλει, καὶ ἀπέστειλεν καὶ ἔλαβεν τὰ ὀστᾶ ἐκ τῶν τάφων καὶ κατέκαυσεν ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐμίανεν αὐτὸ κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἐν τῷ ἑστάναι Ἰεροβοὰμ ἐν τῇ ἑορτῇ ἐπὶ τὸ θυσιαστήριον. καὶ ἐπιστρέψας ἦρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ θεοῦ τοῦ λαλήσαντος τοὺς λόγους τούτους, καὶ εἶπεν Τί τὸ σκόπελον ἐκεῖνο ὃ ἐγὼ ὁρῶ; καὶ εἶπον αὐτῷ οἱ ἄνδρες τῆς πόλεως Ὁ ἄνθρωπος τοῦ θεοῦ ὁ ἐξεληλυθὼς ἐξ Ἰούδα καὶ ἐπικαλεσάμενος τοὺς λόγους τούτους οὓς ἐπεκαλέσατο ἐπὶ τὸ θυσιαστήριον Βαιθήλ. καὶ εἶπεν Ἄφετε αὐτό, ἀνὴρ μὴ κινησάτωσαν τὰ ὀστᾶ αὐτοῦ· καὶ ἐρύσθησαν τὰ ὀστᾶ αὐτοῦ μετὰ τῶν ὀστῶν τοῦ προφήτου τοῦ ἥκοντος ἐκ Σαμαρείας. καί γε πάντας τοὺς οἴκους τῶν ὑψηλῶν τοὺς ἐν ταῖς πόλεσιν Σαμαρείας, οὓς ἐποίησαν βασιλεῖς Ἰσραὴλ παροργίζειν Κύριον, ἀπέστησεν Ἰωσείας, καὶ ἐποίησεν ἐν αὐτοῖς πάντα τὰ ἔργα ἃ ἐποίησεν ἐν Βαιθήλ. καὶ ἐθυσίασεν πάντας τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ὄντας ἐκεῖ ἐπὶ τῶν θυσιαστηρίων, καὶ κατέκαυσεν τὰ ὀστᾶ τῶν ἀνθρώπων ἐπ᾽ αὐτά, καὶ ἐπεστράφη εἰς Ἰερουσαλήμ. Καὶ ἐνετείλατο ὁ βασιλεὺς παντὶ τῷ λαῷ λέγων Ποιήσατε πάσχα τῷ κυρίῳ θεῷ ἡμῶν, καθὼς γέγραπται ἐπὶ βιβλίου τῆς διαθήκης ταύτης. ὅτι οὐκ ἐγενήθη τὸ πάσχα τοῦτο ἀφ᾽ ἡμερῶν τῶν κριτῶν οἳ ἔκρινον τὸν Ἰσραὴλ καὶ πάσας τὰς ἡμέρας βασιλέων Ἰσραὴλ καὶ βασιλέων Ἰούδα· ὅτι ἀλλ᾽ ἢ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τοῦ βασιλέως Ἰωσεία ἐγενήθη τὸ πάσχα τῷ κυρίῳ ἐν Ἰερουσαλήμ. καί γε τοὺς θελητὰς καὶ τοὺς γνωριστὰς καὶ τὰ θεραφεὶν καὶ τὰ εἴδωλα καὶ πάντα τὰ προσοχθίσματα τὰ γεγονότα ἐν γῇ Ἰούδα καὶ ἐν Ἰερουσαλὴμ ἐξῆρεν Ἰωσείας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τῷ βιβλίῳ οὗ εὗρεν Χελκείας ὁ ἱερεὺς ἐν οἴκῳ Κυρίου. ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ βασιλεὺς ὃς ἐπέστρεψεν πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ἰσχύι αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετ᾽ αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ. πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ τοῦ μεγάλου οὗ ἐθυμώθη ὀργῇ αὐτοῦ ἐν τῷ Ἰούδᾳ ἐπὶ τοὺς παροργισμοὺς οὓς παρώργισεν αὐτὸν Μανασσῆς. καὶ εἶπεν Κύριος Καί γε τὸν Ἰουδὰ ἀποστήσω ἀπὸ τοῦ προσώπου αὐτοῦ, καθὼς ἀπέστησα τὸν Ἰσραήλ, καὶ ἀπεώσομαι τὴν πόλιν ταύτην ἣν ἐξελεξάμην, τὴν Ἰερουσαλήμ, καὶ τὸν οἶκον οὗ εἶπον Ἔσται τὸ ὄνομά μου ἐκεῖ. καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωσείου καὶ πάντα ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; ἐν δὲ ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου ἐπὶ βασιλέα Ἀσσυρίων ἐπὶ ποταμὸν Εὐφράτην, καὶ ἐπορεύθη Ἰωσείας εἰς ἀπαντὴν αὐτοῦ· καὶ ἐθανάτωσεν αὐτὸν Νεχαὼ ἐν Μαγεδὼ ἐν τῷ ἰδεῖν αὐτόν. καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ νεκρὸν ἐκ Μακεδών, καὶ ἤγαγον αὐτὸν εἰς Ἰερουσαλήμ, καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ· καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωαχὰς υἱὸν Ἰωσείου καὶ ἔχρισαν αὐτόν, καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ. Υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν ἦν Ἰωαχὰς ἐν τῷ βασιλεύειν αὐτόν, καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἁμειταί, θυγάτηρ Ἰερεμίου ἐκ Λημνά. καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ. καὶ μετέστησεν αὐτὸν Φαραὼ Νεχαὼ ἐν Ἀβλαὰ ἐν γῇ Ἑμὰτ τοῦ μὴ βασιλεύειν ἐν Ἰερουσαλήμ, καὶ ἔδωκεν ἑκατὸν τάλαντα ἀργυρίου καὶ ἑκατὸν τάλαντα χρυσίου. καὶ ἐβασίλευσεν Θαραὼ Νεχαὼ ἐπ᾽ αὐτοὺς τὸν Ἐλιακεὶμ υἱὸν Ἰωσείου βασιλέως Ἰούδα ἀντὶ Ἰωσείου τοῦ πατρὸς αὐτοῦ, καὶ ἐπέστρεψεν τὸ ὄνομα αὐτοῦ Ἰωακείμ· καὶ τὸν Ἰωαχὰς ἔλαβεν καὶ εἰσήνεγκεν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ. καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν Ἰωακεὶμ τῷ Φαραώ· πλὴν ἐτιμογράφησαν γὴν γῆν τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόματος Θαραώ· ἀνὴρ κατὰ τὴν γῆν τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόματος Θαραώ· ἀνὴρ κατὰ τὴν συντίμησιν αὐτοῦ ἔδωκαν τὸ ἀργύριον καὶ τὸ χρυσίον μετὰ τοῦ λαοῦ τῆς γῆς, δοῦναι τῷ Θαραὼ Νεχαώ. Υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν Ἰωακεὶμ ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰελλὰ θυγάτηρ Ἐδεὶλ ἐκ Κρουμά. καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ.
2 Kings 23
Read in English (BSB) — 2 Kings 23 →Tap any verse to see what it echoes — and start a chain or echo from it.