Echo Scripture

2 Kings 2

Read in English (BSB) — 2 Kings 2

Καὶ ἐγένετο ἐν τῷ ἀνάγειν Κύριον τὸν Ἠλειοὺ ἐν συνσεισμῷ ὡς εἰς τὸν οὐρανόν, καὶ ἐπορεύθη Ἠλειοὺ καὶ Ἐλεισαῖε ἐξ Ἰερειχώ. καὶ εἶπεν Ἠλειοὺ πρὸς Ἐλεισαῖε Ἰδοὺ δὴ ἐνταῦθα κάθου, ὅτι ὁ θεὸς ἀπέσταλκέν με ἕως Βαιθήλ. καὶ εἶπεν Ἐλεισαῖε Ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ καταλείψω σε· καὶ ἦλθεν εἰς Βαιθήλ. καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθὴλ πρὸς Ἐλεισαῖε καὶ εἶπον πρὸς αὐτόν Εἰ ἔγνως ὅτι Κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἀπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπεν Κἀγὼ ἔγνωκα, σιωπᾶτε. καὶ εἶπεν Ἠλειοὺ πρὸς Ἐλεισαῖε Κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέν με εἰς Ἰερειχώ· καὶ εἶπεν Ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐνκαταλείψω σε· καὶ ἦλθον εἰς Ἰερειχώ. καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἰερειχὼ πρὸς Ἐλεισαῖε καὶ εἶπαν πρὸς αὐτόν Εἰ ἔγνως ὅτι σήμερον λαμβάνει Κύριος τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπεν Καί γε ἐγὼ ἔγνων, σιωπᾶτε. καὶ εἶπεν αὐτῷ Ἠλειού Κάθου δὴ ὧδε, ὅτι Κύριος ἀπέσταλκέν με ἕως εἰς τὸν Ἰορδάνην· καὶ εἶπεν Ἐλεισαῖε Ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐνκαταλείψω σε· καὶ ἐπορεύθησαν ἀμφότεροι. καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν καὶ ἔστησαν ἐξ ἐναντίας μακρόθεν· καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ Ἰορδάνου. καὶ ἔλαβεν Ἠλειοὺ τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησεν καὶ ἐπάταξεν τὸ ὕδωρ, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα· καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ. καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ Ἠλειοὺ εἶπεν πρὸς Ἐλεισαῖε Τί ποιήσω σοι πρὶν ἢ ἀναλημφθῆναί με ἀπὸ σοῦ; καὶ εἶπεν Ἐλεισαῖε Γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ᾽ ἐμέ. καὶ εἶπεν Ἠλειού Ἐσκλήρυνας τοῦ αἰτήσασθαι· ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, καὶ ἔσται οὕτως· καὶ ἐὰν μή, οὐ μὴ γένηται. καὶ ἐγένετο αὐτῶν πορευομένων, ἐπορεύοντο καὶ ἐλάλουν· καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵππος πυρός, καὶ διέστειλεν ἀνὰ μέσον ἀμφοτέρων· καὶ ἀνελήμφθη Ἠλειοὺ ἐν συνσεισμῷ ὡς εἰς τὸν οὐρανόν. καὶ Ἐλεισαῖε ἑώρα, καὶ ἐβόα Πάτερ πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι, καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτὰ εἰς δύο ῥήγματα. καὶ ὕψωσεν τὴν μηλωτὴν Ἠλειοὺ ἣ ἔπεσεν ἐπάνωθεν Ἐλεισαῖε· καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ἰορδάνου. καὶ ἔλαβεν τὴν μηλωτὴν Ἠλειού, ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξεν τὸ ὕδωρ καὶ εἶπεν Ποῦ ὁ θεὸς Ἠλειοὺ ἀφφώ; καὶ ἐπάταξεν τὰ ὕδατα, καὶ διερράγησαν ἔνθα καὶ ἔνθα· καὶ διέβη Ἐλεισαῖε. καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν καὶ οἱ ἐν Ἰερειχὼ ἐξ ἐναντίας καὶ εἶπον Ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλειοὺ ἐπὶ Ἐλεισαῖε· καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν. καὶ εἶπον πρὸς αὐτόν Ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μή ποτε εὗρεν αὐτὸν πνεῦμα Κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τῷ Ἰορδάνῃ ἢ ἐφ᾽ ἓν τῶν ὀρέων ἢ ἐφ᾽ ἕνα τῶν βουνῶν· καὶ εἶπεν Ἐλεισαῖε Οὐκ ἀποστελεῖτε. καὶ παρεβιάσαντο αὐτὸν ἕως οὗ ᾐσχύνετο, καὶ εἶπεν Ἀποστείλατε. καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας, καὶ ἐζήτησαν τρεῖς ἡμέρας, καὶ οὐχ εὗρον αὐτόν. καὶ αὐτὸς ἐκάθητο ἐν Ἰερειχώ· καὶ εἶπεν Ἐλεισαῖε Οὐκ εἶπον πρὸς ὑμᾶς Μὴ πορευθῆτε; Καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ἐλεισαῖε Ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθή, καθὼς ὁ κύριος βλέπει, καὶ τὰ ὕδατα πονηρὰ καὶ ἡ γῆ ἀτεκνουμένη. καὶ εἶπεν Ἐλεισαῖν Λάβετέ μοι ὑδρίσκην καινὴν καὶ θέτε ἐκεῖ ἅλα· καὶ ἔλαβον πρὸς αὐτόν. καὶ ἐξῆλθεν Ἐλεισαῖν εἰς τὴν διέξοδον τῶν ὑδάτων, καὶ ἔριψεν ἐκεῖ ἅλα καὶ εἶπεν Τάδε λέγει Κύριος Ἴαμαι τὰ ὕδατα ταῦτα· οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη. καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης κατὰ τὸ ῥῆμα Ἐλεισαῖε ὃ ἐλάλησεν. Καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθήλ· καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἶπον αὐτῷ Ἀνάβαινε, φαλακρέ, ἀνάβαινε. καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτά, καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι Κυρίου· καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέρρηξαν ἀπ᾽ αὐτῶν τεσσεράκοντα καὶ δύο παῖδας. καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον, καὶ ἐκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν.

Tap any verse to see what it echoes — and start a chain or echo from it.