καὶ ἐποίησεν τὸ θυσιαστήριον χαλκοῦν, πήχεων εἴκοσι μῆκος, καὶ τὸ εὖρος πήχεων εἴκοσι· ὕψος πήχεων δέκα. καὶ ἐποίησεν τὴν θάλασσαν χυτήν, πήχεων δέκα τὴν διαμέτρησιν, στρογγύλην κυκλόθεν, καὶ πήχεων πέντε τὸ ὕψος, καὶ τὸ κύκλωμα πήχεων τριάκοντα. καὶ ὁμοίωμα μόσχων ὑποκάτω αὐτῆς· κύκλῳ κυκλοῦσιν αὐτήν, πήχεις δέκα περιέχουσιν τὸν λουτῆρα κυκλόθεν· δύο γένη ἐχώνευσαν τοὺς μόσχους ἐν τῇ χωνεύσει αὐτῶν, ᾗ ἐποίησαν αὐτοὺς δώδεκα μόσχους, οἱ τρεῖς βλέποντες βορρᾶν, καὶ οἱ τρεῖς δυσμάς, καὶ οἱ τρεῖς νότον, καὶ οἱ τρεῖς κατ᾽ ἀνατολάς· καὶ ἡ θάλασσα ἐπ᾽ αὐτῶν ἄνω, ἦσαν τὰ ὀπίσθια αὐτῶν ἔσω. καὶ τὸ πάχος αὐτῆς παλαιστής, καὶ τὸ χεῖλος αὐτῆς ὡς χεῖλος ποτηρίου, διαγεγλυμμένα βλαστοὺς κρίνου, χωροῦσαν μετρητὰς τρισχιλίους· καὶ ἐξετέλεσεν. καὶ ἐποίησεν λουτῆρας δέκα, καὶ ἔθηκεν τοὺς πέντε ἐκ δεξιῶν καὶ τοὺς πέντε ἐξ ἀριστερῶν, τοῦ πλύνειν ἐν αὐτοῖς τὰ ἔργα τῶν ὁλοκαυτωμάτων καὶ ἀποκλύζειν ἐν αὐτοῖς· καὶ ἡ θάλασσα εἰς τὸ νίπτεσθαι τοὺς ἱερεῖς ἐν αὐτῇ. καὶ ἐποίησεν τὰς λυχνίας τὰς χρυσᾶς δέκα κατὰ τὸ κρίμα αὐτῶν καὶ ἔθηκεν ἐν τῷ ναῷ, πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ ἀριστερῶν. καὶ ἐποίησεν τραπέζας δέκα καὶ ἔθηκεν ἐν τῷ ναῷ, πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ εὐωνύμων· καὶ ἐποίησεν φιάλας χρυσᾶς ἑκατόν· καὶ ἐποίησεν τὴν αὐλήν τῶν ἱερέων καὶ τήν αὐλὴν τὴν μεγάλην, καὶ θύρας τῇ αὐλῇ, καὶ θυρώματα αὐτῶν κατακεχαλκωμένα χαλκῷ. καὶ τήν θάλασσαν ἔθηκεν ἀπὸ γωνίας τοῦ οἴκου ἐκ δεξιῶν ὡς πρὸς ἀνατολὰς κατέναντι. καὶ ἐποίησεν Χειρὰμ τὰς κρεάγρας καὶ τὰ πυρεῖα καὶ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου καὶ πάντα τὰ σκεύη αὐτοῦ. καὶ συνετέλεσεν Χειρὰμ ποιῆσαι πᾶσαν τὴν ἐργασίαν ἣν ἐποίησεν Σαλωμὼν τῷ βασιλεῖ ἐν οἴκῳ τοῦ θεοῦ, στύλους δύο καὶ ἐπ᾽ αὐτῶν γωλὰθ τῇ χωθαρὲθ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο, καὶ δίκτυα δύο συνκαλύψαι τὰς κεφαλὰς τῶν χωθαρὲθ ἅ ἐστιν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων, καὶ κώδωνας χρυσοῦς τετρακοσίους εἰς τὰ δύο δίκτυα, καὶ γένη ῥοίσκων ἐν τῷ δικτύῳ τῷ ἑνὶ τοῦ συνκαλύψαι τὰς δύο γωλὰθ τῶν χωθαρὲθ ἅ ἐστιν ἐπάνω τῶν στύλων. καὶ τὰς μεχωνὼθ ἐποίησεν δέκα, καὶ τοὺς λουτῆρας ἐποίησεν ἐπὶ τῶν μεχωνώθ, καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς μόσχους τοὺς δώδεκα ὑποκάτω αὐτῆς, καὶ τοὺς ποδιστῆρας καὶ τοὺς ἀναλημπτῆρας καὶ τοὺς λέβητας καὶ τὰς κρεάγρας, καὶ πάντα τὰ σκεύη αὐτῶν ἃ ἐποίησεν Χειρὰμ καὶ ἀνήνεγκεν τῷ βασιλεῖ Σαλωμὼν ἐν οἴκῳ Κυρίου χαλκοῦ καθαροῦ. ἐν τῷ περιχώρῳ τοῦ Ἰορδάνου ἐχώνευσεν αὐτὰ ὁ βασιλεὺς ἐν τῷ πάχει τῆς γῆς, ἐν οἴκῳ Σεχχὼθ καὶ Ἀναμεσιρδάθαι. καὶ ἐποίησεν Σαλωμὼν πάντα τὰ σκεύη ταῦτα εἰς πλῆθος σφόδρα, ὅτι οὐκ ἐξέλιπεν ὁλκὴ τοῦ χαλκοῦ. καὶ ἐποίησεν Σαλωμὼν πάντα τὰ σκεύη οἴκου Κυρίου, καὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὰς τραπέζας, καὶ ἐπ᾽ αὐτῶν ἄρτοι προθέσεως, καὶ τὰς λυχνίας καὶ τοὺς λύχνους τοῦ φωτὸς κατὰ τὸ κρίμα καὶ κατὰ πρόσωπον τοῦ δαβεὶρ χρυσίου καθαροῦ, καὶ λαβίδες αὐτῶν καὶ οἱ λύχνοι αὐτῶν, καὶ τὰς φιάλας καὶ τὰς θυὶσκας καὶ τὰ πυρεῖα χρυσίου καθαροῦ, καὶ ἡ θύρα τοῦ οἴκου ἡ ἐσωτέρα εἰς τὰ ἅγια τῶν ἁγίων, εἰς τὰς θύρας τοῦ οἴκου τοῦ ναοῦ χρυσᾶς. καὶ συνετελέσθη πᾶσα ἡ ἐργασία ἣν ἐποίησεν Σαλωμὼν ἐν οἴκῳ Κυρίου.
2 Chronicles 4
Read in English (BSB) — 2 Chronicles 4 →Tap any verse to see what it echoes — and start a chain or echo from it.