Εἴκοσι ἐτῶν Ἀχὰς ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ· καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον Κυρίου ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ. καὶ ἐπορεύθη κατὰ τὰς ὁδοὺς βασιλέως Ἰσραήλ· καὶ γὰρ γλυπτὰ ἐποίησεν ἐν τοῖς εἰδώλοις αὐτῶν· ἔθυεν ἐν Γαιβενθὸμ καὶ διῆγεν τὰ τέκνα αὐτοῦ διὰ πυρὸς καὶ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξωλέθρευσεν Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ. καὶ ἐθυμία ἐπὶ τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν δωμάτων καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους. καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέων Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ καὶ ᾐχμαλώτευσαν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλήν· καὶ γὰρ εἰς τὰς χεῖρας βασιλέων Ἰσραὴλ παρέδωκεν αὐτόν, καὶ ἐπάταξεν ἑαυτῷ πληγὴν μεγάλην. καὶ ἀπέστειλεν Φάκεε ὁ τοῦ Ῥομελιὰ βασιλεὺς Ἰσραὴλ ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύι, ἐν τῷ αὐτοὺς καταλιπεῖν τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν. καὶ ἀπέκτεινεν Ἐζεκρεὶ ὁ δυνατὸς τοῦ Ἐφράιμ τὸν Μαασαίαν τὸν υἱὸν τοῦ βασιλέως καὶ τὸν Ἐγδρεικὰν ἡγούμενον τοῦ οἴκου αὐτοῦ καὶ τὸν Εἰλκανὰ τὸν διάδοχον τοῦ βασιλέως. καὶ ᾐχμαλώτισαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἀδελφῶν αὐτῶν τριακοσίας χιλιάδας, γυναῖκας υἱοὺς θυγατέρας, καὶ σκῦλα πολλὰ ἐσκύλευσαν ἐξ αὐτῶν, καὶ ἤνεγκαν τὰ σκῦλα εἰς Σαμάρειαν. καὶ ἐκεῖ ἦν ὁ προφήτης τοῦ κυρίου, Ὠδὴδ ὄνομα· καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς δυνάμεως τῶν ἐρχομένων εἰς Σαμάρειαν καὶ εἶπεν αὐτοῖς Ἰδοὺ ὀργὴ Κυρίου θεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ τὸν Ἰουδά, καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ· ἕως τῶν οὐρανῶν ἔφθακεν. καὶ νῦν υἱοὺς Ἰούδα καὶ Ἰερουσαλὴμ λέγετε κατακτήσεσθαι εἰς δούλους καὶ δούλας· οὐκ ἰδοὺ ὑμῖν μεθ᾽ ὑμῶν μαρτυρῆσαι Κυρίῳ θεῷ ἡμῶν; καὶ νῦν ἀκούσατέ μου καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλωτεύσατε τῶν ἀδελφῶν ὑμῶν, ὅτι ὀργὴ Κυρίου ἐφ᾽ ὑμῖν. καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τῶν υἱῶν Ἐφράιμ, Οὐδειὰ ὁ τοῦ Ἰωανοὺ καὶ Ζαχαρίας ὁ τοῦ Μοσολαμὼθ καὶ Ἑζεκίας ὁ τοῦ Σελλὴμ καὶ Ἀμασείας ὁ τοῦ Χοάδ, ἐπὶ τοὺς ἐρχομένους ἀπὸ τοῦ πολέμου· καὶ εἶπαν αὐτοῖς Οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὧδε πρὸς ἡμᾶς, ὅτι εἰς τὸ ἁμαρτάνειν τῷ κυρίῳ ἐφ᾽ ἡμᾶς ὑμεῖς λέγετε, προσθεῖναι ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐπὶ τὴν ἄγνοιαν, ὅτι πολλὴ ἡ ἁμαρτία ἡμῶν καὶ ὀργὴ Κυρίου θεοῦ ἐπὶ τὸν Ἰσραήλ. καὶ ἀφῆκαν οἱ πολεμισταὶ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα ἐναντίον τῶν ἀρχόντων καὶ πάσης τῆς ἐκκλησίας. καὶ ἀνέστησαν ἄνδρες οἳ ἐπεκλήθησαν ἐν ὀνόματι καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας, καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων, καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδησαν αὐτούς, καὶ ἔδωκαν καὶ φαγεῖν καὶ ἀλείψασθαι, καὶ ἀντελάβοντο καὶ ἐν ὑποζυγίοις παντὸς ἀσθενοῦντος, καὶ κατέστησαν αὐτοὺς εἰς Ἰερειχὼ πόλιν φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν. Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Ἀχὰς πρὸς βασιλέα Ἀσσοὺρ βοηθῆσαι αὐτῷ καὶ ἐν τούτῳ, ὅτι Ἰδουμαῖοι ἐπέθεντο καὶ ἐπάταξαν ἐν Ἰούδᾳ καὶ ἠχμαλώτισαν αἰχμαλωσίαν. καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς πεδινῆς καὶ ἀπὸ λιβὸς τοῦ Ἰούδα, καὶ ἔλαβον τὴν Βαιθσάμυς, τὴν Αἰλὼ καὶ τὴν Γαληρὼ καὶ τὴν Σωχὼ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Γαλεζὼ καὶ τὰς κώμας αὐτῆς· καὶ κατῴκησαν ἐκεῖ. ὅτι ἐταπείνωσεν Κύριος τὸν Ἰούδαν δι᾽ Ἀχὰζ βασιλέα Ἰούδα, ὅτι ἀπέστη ἀποστάσει ἀπὸ Κυρίου. καὶ ἦλθεν ἐπ᾽ αὐτὸν Θαλγαφελλάδαρ βασιλεὺς Ἀσσούρ· καὶ ἔθλιψαν αὐτόν. καὶ ἔλαβεν Ἀχὰς τὰ ἐν οἴκῳ Κυρίου καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ ἔδωκεν τῷ βασιλεῖ Ἀσσούρ· καὶ οὐκ εἰς βοήθειαν αὐτῶν, ἀλλ᾽ ἢ τῷ θλιβῆναι αὐτόν. καὶ προσέθηκεν τοῦ ἀποστῆναι ἀπὸ Κυρίου, καὶ εἶπεν ὁ βασιλεύς Ἐκζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με· καὶ εἶπεν Θεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν αὐτούς, αὐτοῖς τοίνυν θύσω καὶ ἀντιλήμψονταί μου· καὶ αὐτοὶ ἐγένοντο αὐτῷ εἰς σκῶλον καὶ παντὶ Ἰσραήλ. καὶ ἀπέστησεν Ἀχὰζ τὰ σκεύη οἴκου Κυρίου καὶ κατέκοψεν αὐτά, καὶ ἔκλεισεν τὰς θύρας οἴκου Κυρίου, καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ, καὶ ἐν πάσῃ πόλει καὶ πόλει ἐν Ἰούδᾳ ἐποίησεν ὑψηλὰ θυμιᾷν θεοῖς ἀλλοτρίοις· καὶ παρώργισαν Κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν. καὶ οἱ λοιποὶ λόγοι αὐτοῦ καὶ αἱ πράξεις αὐτοῦ αἱ πρῶται καὶ αἱ ἔσχαται, ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ. καὶ ἐκοιμήθη Ἄχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυείδ, ὅτι οὐκ εἰσήνεγκαν αὐτὸν εἰς τοὺς τάφους τῶν βασιλέων Ἰσραήλ· καὶ ἐβασίλευσεν Ἑζεκίας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.
2 Chronicles 28
Read in English (BSB) — 2 Chronicles 28 →Tap any verse to see what it echoes — and start a chain or echo from it.