Echo Scripture

2 Chronicles 15

Read in English (BSB) — 2 Chronicles 15

Καὶ Ἀζαρίας υἱὸς Ὠδήδ, ἐγένετο ἐπ᾽ αὐτὸν πνεῦμα Κυρίου. καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν ἐν παντὶ Ἰούδᾳ καὶ Βενιαμείν, καὶ εἶπεν Κύριος μεθ᾽ ὑμῶν ἐν τῷ εἶναι ἡμᾶς μετ᾽ αὐτοῦ· καὶ ἐὰν ἐκζητήσητε αὐτόν, εὑρεθήσεται ὑμῖν· καὶ ἐὰν καταλίπητε αὐτόν, ἐνκαταλείψει ὑμᾶς. καὶ ἡμέραι πολλαὶ τῷ Ἰσραὴλ ἐν οὐ θεῷ ἀληθινῷ καὶ ἐν οὐ νόμῳ. καὶ ἐπιστρέψει αὐτοὺς ἐπὶ Κύριον θεὸν Ἰσραήλ, καὶ εὑρεθήσεται αὐτοῖς. καὶ ἐν ἐκείνῳ τῷ καιρῷ οὐκ ἔστιν εἰρήνη τῷ εἰσπορευομένῳ καὶ τῷ ἐκπορευομένῳ, ὅτι ἔκστασις Κυρίου ἐπὶ πάντας τοὺς κατοικοῦντας χώρας. καὶ πολεμήσει ἔθνος πρὸς ἔθνος καὶ πόλις πρὸς πόλιν, ὅτι ὁ θεὸς ἐξέστησεν αὐτοὺς ἐν πάσῃ θλίψει. καὶ ὑμεῖς ἰσχύσατε καὶ μὴ ἐκλυέσθωσαν αἱ χεῖρες ὑμῶν, ὅτι ἔστιν μισθὸς τῇ ἐργασίᾳ ὑμῶν. καὶ ἐν τῷ ἀκοῦσαι τοὺς λόγους τούτους καὶ τὴν προφητείαν Ἀδὰδ τοῦ προφήτου, καὶ κατίσχυσεν καὶ ἐξέβαλεν τὰ βδελύγματα ἀπὸ πάσης τῆς γῆς Ἰούδα καὶ Βενιαμεὶν καὶ ἀπὸ τῶν πόλεων ὧν κατέσχεν ἐν ὄρει Ἐφράιμ, καὶ ἀνεκαίνισεν τὸ θυσιαστήριον Κυρίου ὃ ἦν ἔμπροσθεν τοῦ ναοῦ Κυρίου. καὶ ἐξεκκλησίασεν τὸν Ἰούδαν καὶ Βενιαμεὶν καὶ τοὺς προσηλύτους τοὺς παροικοῦντας μετ᾽ αὐτοῦ ἀπὸ Ἐφράιμ καὶ ἀπὸ Μανασσὴ καὶ ἀπὸ Συμεών, ὅτι προσετέθησαν πρὸς αὐτὸν πολλοὶ τοῦ Ἰσραὴλ ἐν τῷ ἰδεῖν αὐτοὺς ὅτι Κύριος ὁ θεὸς αὐτοῦ μετ᾽ αὐτοῦ. καὶ συνήχθησαν εἰς Ἰερουσαλὴμ ἐν τῷ μηνὶ τῷ τρίτῳ ἐν τῷ πεντεκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἀσά. καὶ ἔθυσεν τῷ κυρίῳ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὧν ἤνεγκεν, μόσχους ἑπτακοσίους καὶ πρόβατα ἑπτακισχίλια. καὶ διῆλθεν ἐν διαθήκῃ ζητῆσαι Κύριον θεὸν τῶν πατέρων αὐτῶν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ψυχῆς. καὶ πᾶς ὃς ἐὰν μὴ ἐκζητήσῃ Κύριον θεὸν Ἰσραήλ, ἀποθανειται ἀπὸ νεωτέρου ἕως πρεσβυτέρου, ἀπὸ ἀνδρὸς ἕως γυναικός. καὶ ὤμοσαν ἐν Κυρίῳ ἐν φωνῇ μεγάλῃ καὶ ἐν σάλπιγξιν. καὶ ηὐφράνθησαν πᾶς Ἰουδὰ περὶ τοῦ ὅρκου, ὅτι ἐξ ὅλης τῆς ψυχῆς ὤμοσαν, καὶ ἐν πάσῃ θελήσει ἐζήτησαν αὐτόν, καὶ εὑρέθη αὐτοῖς, καὶ κατέπαυσεν αὐτοῖς Κύριος κυκλόθεν. καὶ τὴν Μααχὰ τὴν μητέρα αὐτοῦ μετέστησεν τοῦ μὴ εἶναι τῇ Ἀστάρτῃ λειτουργοῦσαν, καὶ κατέκοψεν τὸ εἴδωλον καὶ κατέκαυσεν ἐν χειμάρρῳ Κεδρών. πλὴν τὰ ὑψηλὰ οὐκ ἀπέστησαν, ἔτι ὑπῆρχεν ἐν τῷ Ἰσραήλ· ἀλλ᾽ ἡ καρδία Ἀσὰ ἐγένετο πλήρης πάσας τὰς ἡμέρας αὐτοῦ. καὶ εἰσήνεγκεν τὰ ἅγια Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ καὶ τὰ ἅγια οἴκου Κυρίου τοῦ θεοῦ, ἀργύριον καὶ χρυσίον καὶ σκεύη. καὶ πόλεμος οὐκ ἦν μετ᾽ αὐτοῦ ἕως τοῦ πέμπτου καὶ τριακοστοῦ ἔτους τῆς βασιλείας Ἀσά.

Tap any verse to see what it echoes — and start a chain or echo from it.