Καὶ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία Ῥοβοὰμ καὶ ὡς κατεκρατήθη, ἐνκατέλιπεν τὰς ἐντολὰς Κυρίου καὶ πᾶς Ἰσραὴλ μετ᾽ αὐτοῦ. καὶ ἐγένετο ἐν τῷ πέμπτῳ ἔτει τῆς βασιλείας Ῥοβοὰμ ἀνέβη Σουσακεὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἰερουσαλήμ, ὅτι ἥμαρτον ἐναντίον Κυρίου, ἐν χιλίοις καὶ διακοσίοις ἅρμασιν καὶ ἑξήκοντα χιλιάσιν ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τοῦ πλήθους τοῦ ἐλθόντος μετ᾽ αὐτοῦ ἐξ Αἰγύπτου, Λίβυες, Τρωγλοδύται καὶ Αἰθίοπες. καὶ κατεκράτησαν τῶν πόλεων τῶν ὀχυρῶν αἳ ἦσαν ἐν Ἰούδᾳ· καὶ ἦλθεν εἰς Ἰερουσαλήμ. καὶ Σαμμαίας ὁ προφήτης ἦλθεν πρὸς Ῥοβοὰμ καὶ πρὸς τοὺς ἄρχοντας Ἰούδα τοὺς συναχθέντας εἰς Ἰερουσαλὴμ ἀπὸ προσώπου Σουσακεὶμ καὶ εἶπεν αὐτοῖς Οὕτως εἶπεν Κύριος Ὑμεῖς ἐνκατελίπετέ με, κἀγὼ ἐνκαταλείψω ὑμᾶς ἐν χειρὶ Σουσακείμ. καὶ ᾐσχύνθησαν οἱ ἄρχοντες Ἰσραὴλ καὶ ὁ βασιλεύς, καὶ εἶπαν Δίκαιος ὁ κύριος. καὶ ἐν τῷ ἰδεῖν Κύριον ὅτι ἐνετράπησαν, καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμμαίαν λέγων Ἐνετράπησαν· οὐ καταφθερῶ αὐτούς, καὶ δώσω αὐτοὺς ὡς μικρὸν εἰς σωτηρίαν, καὶ οὐ μὴ στάξῃ ὁ θυμός μου ἐν Ἰερουσαλήμ, ὅτι ἔσονται εἰς παῖδας, καὶ γνώσονται τὴν δουλείαν μου καὶ τὴν δουλείαν τῆς βασιλείας τῆς γῆς. καὶ ἀνέβη Σουσακεὶμ βασιλεὺς Αἰγύπτου, καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ Κυρίου καὶ τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ τοῦ βασιλέως, τὰ πάντα ἔλαβεν· καὶ ἔλαβεν τοὺς θυρεοὺς τοὺς χρυσοῦς οὓς ἐποίησεν Σαλωμών. καὶ ἐποίησεν Ῥοβοὰμ θυρεοὺς χαλκοῦς ἀντ᾽ αὐτῶν· καὶ κατέστησεν ἐπ᾽ αὐτὸν Σουσακεὶμ ἄρχοντας παρατρεχόντων τοὺς φυλάσσοντας τὸν πυλῶνα τοῦ βασιλέως. καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν τὸν βασιλέα εἰς οἶκον Κυρίου, εἰσεπορεύοντο οἱ φυλάσσοντες καὶ οἱ παρατρέχοντες καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τῶν παρατρεχόντων. καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη ἀπ᾽ αὐτοῦ ὀργὴ Κυρίου, καὶ οὐκ εἰς καταφθορὰν εἰς τέλος· καὶ γὰρ ἐν Ἰούδᾳ ἦσαν λόγοι ἀγαθοί. καὶ κατίσχυσεν Ῥοβοὰμ ἐν Ἰερουσαλὴμ καὶ ἐβασίλευσεν· καὶ τεσσεράκοντα καὶ ἑνὸς ἐτῶν Ῥοβοὰμ ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ ἑπτὰ καὶ δέκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, ἐν τῇ πόλει ᾗ ἐξελέξατο Κύριος ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν υἱῶν Ἰσραήλ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Νοομμὰ ἡ Ἀμμανεῖτις. καὶ ἐποίησεν τὸ πονηρόν, ὅτι οὐ κατεύθυνεν τὴν καρδίαν αὐτοῦ ἐκζητῆσαι τὸν κύριον. καὶ λόγοι Ῥοβοὰμ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐν τοῖς λόγοις Σαμμαία τοῦ προφήτου καὶ Ἀδὼ τοῦ ὁρῶντος, καὶ πράξεις αὐτοῦ; καὶ ἐπολέμει Ῥοβοὰμ τὸν Ἰεροβοὰμ πάσας τὰς ἡμέρας. καὶ ἀπέθανεν Ῥοβοὰμ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἀβιὰ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.
2 Chronicles 12
Read in English (BSB) — 2 Chronicles 12 →Tap any verse to see what it echoes — and start a chain or echo from it.