Echo Scripture

1 Samuel 19

Read in English (BSB) — 1 Samuel 19

Καὶ ἐλάλησεν Σαοὺλ πρὸς Ἰωναθὰν τὸν υἱὸν αὐτοῦ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ θανατῶσαι τὸν Δαυείδ. καὶ Ἰωναθὰν υἱὸς Σαοὺλ ᾑρεῖτο τὸν Δαυεὶδ σφόδρα· καὶ ἀπήγγειλεν Ἰωναθὰν τῷ Δαυεὶδ λέγων Σαοὺλ ζητεῖ θανατῶσαί σε· φύλαξαι οὖν αὔριον πρωί, καὶ κρύβηθι καὶ κάθισον κρυβῇ· καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ οὗ ἐὰν ᾖς ἐκεῖ, καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου· καὶ ὄψομαι ὅ τι ἐὰν ᾖ, καὶ ἀπαγγελῶ σοι. καὶ ἐλάλησεν Ἰωναθὰν περὶ Δαυεὶδ ἀγαθὰ πρὸς Σαοὺλ τὸν πατέρα αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτόν Μὴ ἁμαρτησάτω ὁ βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυείδ, ὅτι οὐχ ἡμάρτηκεν εἰς σέ, καὶ τὰ ποιήματα αὐτοῦ ἀγαθὰ σφόδρα· καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐπάταξεν τὸν ἀλλόφυλον, καὶ ἐποίησεν Κύριος σωτηρίαν μεγάλην, καὶ πᾶς Ἰσραὴλ εἶδον καὶ ἐχάρησαν· καὶ ἵνα τί ἁμαρτάνεις εἰς αἷμα ἀθῷον θανατῶσαι τὸν Δαυεὶδ δωρεάν; καὶ ἤκουσεν Σαοὺλ τῆς φωνῆς Ἰωναθάν, καὶ ὤμοσεν Σαοὺλ λέγων Ζῇ Κύριος, εἰ ἀποθανεῖται. καὶ ἐκάλεσεν Ἰωναθὰν τὸν Δαυεὶδ καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ῥήματα ταῦτα· καὶ εἰσήγαγεν Ἰωναθὰν τὸν Δαυεὶδ πρὸς Σαούλ, καὶ ἦν ἐνώπιον αὐτοῦ ὡσεὶ ἐχθὲς καὶ τρίτην ἡμέραν. Καὶ προσέθετο ὁ πόλεμος γενέσθαι πρὸς Δαυείδ· καὶ κατίσχυσεν Δαυεὶδ καὶ ἐπολέμησεν τοὺς ἀλλοφύλους, καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σφόδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ. καὶ ἐγένετο πνεῦμα θεοῦ πονηρὸν ἐπὶ Σαούλ, καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ Δαυεὶδ ἔψαλλεν ταῖς χερσὶν αὐτοῦ. καὶ ἐζήτει Σαοὺλ πατάξαι τὸ δόρυ εἰς Δαυείδ, καὶ ἀπέστη Δαυεὶδ ἐκ προσώπου Σαούλ· καὶ ἐπάταξεν τὸ δόρυ εἰς τὸν τοῖχον, καὶ Δαυεὶδ ἀνεχώρησεν καὶ διεσώθη. καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἀπέστειλεν Σαοὺλ ἀγγέλους εἰς οἶκον Δαυεὶδ φυλάξαι αὐτόν, τοῦ θανατῶσαι αὐτὸν πρωί· καὶ ἀπήγγειλεν τῷ Δαυεὶδ Μελχὸλ ἡ γυνὴ αὐτοῦ λέγουσα Ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ. καὶ κατάγει ἡ Μελχὸλ τὸν Δαυεὶδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθεν καὶ ἔφυγεν καὶ σώζεται. καὶ ἔλαβεν ἡ Μελχὸλ τὰ κενοτάφια καὶ ἔθετο ἐπὶ τὴν κλίνην, καὶ ἧπαρ τῶν αἰγῶν ἔθετο πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ. καὶ ἀπέστειλεν Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυείδ, καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν. καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυεὶδ λέγων Ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρὸς μὲ τοῦ θανατῶσαι αὐτόν. καὶ ἔρχονται οἱ ἄγγελοι, καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης, καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ. καὶ εἶπεν Σαοὺλ τῇ Μελχόλ Ἵνα τί οὕτως παρελογίσω με, καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου καὶ διεσώθη; καὶ εἶπεν Μελχὸλ τῷ Σαούλ Αὐτὸς εἶπεν Ἐξαπόστειλόν με· εἰ δὲ μή, θανατώσω σε. Καὶ Δαυεὶδ ἔφυγεν καὶ διεσώθη, καὶ παραγίνεται πρὸς Σαμουὴλ εἰς Ἁρμαθάιμ, καὶ ἀπαγγέλλει αὐτῷ πάντα ὅσα ἐποίησεν αὐτῷ Σαούλ· καὶ ἐπορεύθη Δαυεὶδ καὶ Σαμουήλ, καὶ ἐκάθισαν ἐν Ἀυὰθ ἐν Ῥαμά. καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες Ἰδοὺ Δαυεὶδ ἐν Ἀυὰθ ἐν Ῥαμά. καὶ ἀπέστειλεν Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυείδ· καὶ εἶδαν τὴν ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπ᾽ αὐτῶν. καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους τοῦ Σαοὺλ πνεῦμα θεοῦ, καὶ προφητεύουσιν. καὶ ἀπηγγέλη τῷ Σαούλ, καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους, καὶ ἐπροφήτευσαν καὶ αὐτοί· καὶ προσέθετο Σαοὺλ ἀποστεῖλαι ἀγγέλους τρίτους, καὶ ἐπροφήτευσαν καὶ αὐτοί·. καὶ ἐθυμώθη ὀργῇ Σαούλ, καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς Ἁρμαθάιμ, καὶ ἔρχεται ἕως τοῦ φρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεφεί, καὶ ἠρώτησεν καὶ εἶπεν Ποῦ Σαμουὴλ καὶ Δαυείδ; καὶ εἶπεν Ἰδοὺ ἐν Ἀυὰθ ἐν Ῥαμά. καὶ ἐπορεύθη ἐκεῖθεν ἐν Ἀυὰθ ἐν Ῥαμά, καὶ ἐγενήθη καὶ ἐπ᾽ αὐτῷ πνεῦμα θεοῦ, καὶ ἐπορεύετο προφητεύων ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Ἀυὰθ ἐν Ῥαμά. καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ καὶ ἐπροφήτευσεν ἐνώπιον αὐτῶν, καὶ ἔπεσεν γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· διὰ τοῦτο ἔλεγον Εἰ καὶ Σαοὺλ ἐν προφήταις;

Tap any verse to see what it echoes — and start a chain or echo from it.