Echo Scripture

1 Maccabees 4

Καὶ παρέλαβεν Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτήν, καὶ ἀπῆρεν ἡ παρεμβολὴ νυκτός, ὥστε ἐπιβαλεῖν ἐπὶ τὴν παρεμβολὴν τῶν Ἰουδαίων καὶ πατάξαι αὐτοὺς ἄφνω· καὶ οἱ υἱοὶ τῆς ἄκρας ἦσαν αὐτῷ ὁδηγοί. καὶ ἤκουσεν Ἰούδας, καὶ ἀπῆρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν τοῦ βασιλέως τὴν ἐν Ἐμμαούμ, ἕως ἔτι αἱ δυνάμεις ἐσκορπισμέναι ἦσαν ἀπὸ τῆς παρεμβολῆς. καὶ ἦλθεν Γοργίας εἰς τὴν παρεμβολὴν Ἰούδα νυκτός, καὶ οὐδένα εὗρεν· καὶ ἐζήτει αὐτοὺς ἐν τοῖς ὄρεσιν, ὅτι εἶπεν Φεύγουσιν οὗτοι ἀφ᾽ ἡμῶν. καὶ ἅμα ἡμέρᾳ ὤφθη Ἰούδας ἐν τῷ πεδίῳ ἐν τρισχιλίοις ἀνδράσιν· πλὴν καλύμματα καὶ μάχαιραν οὐκ εἶχον καθὼς ἠβούλοντο. καὶ ἴδον παρεμβολὴν ἐθνῶν ἰσχυρὰν τεθωρακισμένην, καὶ ἵππον κυκλοῦσαν αὐτήν, καὶ οὗτοι διδακτοὶ πολέμου. καὶ εἶπεν Ἰούδας τοῖς ἀνδράσιν τοῖς μετ᾽ αὐτοῦ Μὴ φοβεῖσθε τὸ πλῆθος αὐτῶν, καὶ τὸ ὅρμημα αὐτῶν μὴ δειλωθῆτε. μνήσθητε ὡς ἐσώθησαν οἱ πατέρες ἡμῶν ἐν θαλάσσῃ ἐρυθρᾷ, ὅτε ἐδίωξεν αὐτοὺς φαραὼ ἐν δυνάμει. καὶ νῦν βοήσωμεν εἰς οὐρανόν, εἰ θελήσει ἡμᾶς, καὶ μνησθήσεται διαθήκης πατέρων, καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμῶν σήμερον. καὶ γνώσονται πάντα τὰ ἔθνη, ὅτι ἔστιν ὁ λυτρούμενος καὶ σώζων τὸν Ἰσραήλ. καὶ ἦραν οἱ ἀλλόφυλοι τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἴδαν αὐτοὺς ἐχομένους ἐξ ἐναντίας, καὶ ἐξῆλθαν ἐκ τῆς παρεμβολῆς εἰς πόλεμον, καὶ ἐσάλπισαν οἱ παρὰ Ἰούδου. καὶ συνῆψαν, καὶ συνετρίβησαν τὰ ἔθνη καὶ ἔφυγον εἰς τὸ πεδίον. οἱ δὲ ἔσχατοι πάντες ἔπεσαν ἐν ῥομφαίᾳ, καὶ ἐδίωξαν αὐτοὺς ἕως Γασήρων καὶ ἕως τῶν πεδίων τῆς Ἰουδαίας καὶ Ἀζώτου καὶ Ἰαννείας, καὶ ἔπεσαν ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους. Καὶ ἐπέστρεψεν Ἰούδας καὶ ἡ δύναμις ἀπὸ τοῦ διώκειν ὄπισθεν αὐτῶν, καὶ εἶπεν πρὸς τὸν λαόν Μὴ ἐπιθυμήσητε τῶν σκύλων, ὅτι πόλεμος ἐξ ἐναντίας ἡμῶν, καὶ Γοργίας καὶ ἡ δύναμις ἐν τῷ ὄρει ἐγγὺς ἡμῶν· ἀλλὰ στῆτε νῦν ἐναντίον τῶν ἐχθρῶν ἡμῶν καὶ πολεμήσατε αὐτούς, καὶ μετὰ ταῦτα λάβετε σκῦλα καὶ μετὰ παρρησίας. ἔτι πληροῦντος Ἰούδου ταῦτα, ὤφθη μέρος τι ἐκκύπτον ἐκ τοῦ ὄρους. καὶ ἴδεν ὅτι τετρόπωται, καὶ ἐνπυρίζουσιν τὴν παρεμβολήν· ὁ γὰρ καπνὸς ὁ θεωρούμενος ἐνεφάνιζε τὸ γεγονός. οἱ δὲ ταῦτα συνειδότες ἐδειλώθησαν σφόδρα· συνιδόντες δὲ καὶ τὴν Ἰούδα παρεμβολὴν ἐν τῷ πεδίῳ ἑτοίμην εἰς παράταξιν, ἔφυγον πάντες εἰς γῆν ἀλλοφύλων. καὶ Ἰούδας ἀνέστρεψεν ἐπὶ τὴν σκυλίαν τῆς παρεμβολῆς· καὶ ἔλαβεν χρυσίον καὶ ἀργύριον πολὺ καὶ ὑάκινθον καὶ πορφύραν καὶ θαλασσίαν καὶ πλοῦτον μέγαν. καὶ ἐπιστρέψαντες ὕμνουν καὶ ηὐλόγουν εἰς οὐρανόν Ὅτι καλὸν εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. καὶ ἐγενήθη σωτηρία μεγάλη τῷ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ὅσοι δὲ τῶν ἀλλοφύλων διεσώθησαν, παραγενηθέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα. ὁ δὲ ἀκούσας πάντα συνεχύθη καὶ ἠθύμει, ὅτι οὐχ οἷα ἤθελεν τοιαῦτα γέγονεν τῷ Ἰσραήλ, καὶ οὐχ οἷα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς ἐξέβη. Καὶ ἐν τῷ ἐρχομένῳ ἐνιαυτῷ συνελόχησεν ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον, ὥστε ἐκπολεμῆσαι αὐτούς. καὶ ἦλθον εἰς τὴν Ἰδουμαίαν, καὶ παρενέβαλον ἐν Βεθσούροις, καὶ συνήντησεν αὐτοῖς Ἰούδας ἐν δέκα χιλιάσιν ἀνδρῶν. καὶ ἴδεν τὴν παρεμβολὴν ἰσχυράν, καὶ προσηύξατο καὶ εἶπεν Εὐλογητὸς εἶ ὁ σωτὴρ Ἰσραήλ, ὁ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυείδ, καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοφύλων εἰς χεῖρας Ἰωνάθου υἱοῦ Σαοὺλ καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ. σύνκλεισον τὴν παρεμβολὴν ταύτην εἰς χεῖρας λαοῦ σου Ἰσραήλ, καὶ αἰσχυνθήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν. δὸς αὐτοῖς δειλίαν, καὶ τῆξον θράσος ἰσχύος αὐτῶν, καὶ σαλευθήτωσαν τῇ συντριβῇ αὐτῶν. κατάβαλε αὐτοὺς ῥομφαίᾳ ἀγαπώντων σε, καὶ αἰνεσάτωσάν σε πάντες οἱ ἰδόντες τὸ ὄνομά σου ἐν ὕμνοις. καὶ συνέβαλλον ἀλλήλοις, καὶ ἔπεσον ἐκ τῆς παρεμβολῆς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας, καὶ ἔπεσαν ἐξ ἐναντίας αὐτῶν. ἰδὼν δὲ Λυσίας τὴν γενομένην τροπὴν τῆς αὐτοῦ συντάξεως, τῆς δὲ Ἰούδα τὸ γεγενημένον θάρσος, καὶ ὡς ἕτοιμοί εἰσιν ἢ ζῇν ἢ τεθνηκέναι γενναίως, ἀπῆρεν εἰς Ἀντιοχίαν· καὶ ἐξενολόγει, καὶ πλεοναστὸν πάλιν γενηθέντα παραγενέσθαι εἰς τὴν Ἰουδαίαν. Εἶπεν δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰδοὺ συνετρίβησαν οἱ ἐχθροὶ ἡμῶν· ἀναβῶμεν καθαρίσαι τὰ ἅγια καὶ ἐνκαινίσαι. καὶ συνήχθη ἡ παρεμβολὴ πᾶσα, καὶ ἀνέβησαν εἰς ὄρος Σιών. καὶ ἴδον τὸ ἁγίασμα ἡμῶν ἠρημωμένον, καὶ τὸ θυσιαστήριον βεβηλωμένον, καὶ τὰς πύλας κατακεκαυμένας, καὶ ἐν ταῖς αὐλαῖς φυτὰ πεφυκότα ὡς ἐν δρυμῷ ἢ ὡς ἐν ἑνὶ τῶν ὀρέων, καὶ τὰ παστοφόρια καθῃρημένα. καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν, καὶ ἐκόψαντο κοπετὸν μέγαν, καὶ ἐπέθεντο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῶν. καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν τῶν σημασιῶν, καὶ ἐβόησαν εἰς οὐρανόν. τότε ἐπέταξεν Ἰούδας ἀνδράσιν πολεμεῖν τούς ἐν τῇ ἄκρᾳ, ἕως καθαρίσῃ τὰ ἅγια. Καὶ ἐπέλεξεν ἱερεῖς ἀμώμους θελητὰς νόμου· καὶ ἐκαθάρισαν τὰ ἅγια, καὶ ἦραν τοὺς λίθους τοῦ μιασμοῦ εἰς τόπον ἀκάθαρτον. καὶ ἐβουλεύσαντο περὶ τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως τοῦ βεβηλωμένου, τί αὐτῷ ποιήσωσιν. καὶ ἔπεσεν αὐτοῖς βουλὴ ἀγαθή, καθελεῖν αὐτό, μή ποτε γένηται αὐτοῖς εἰς ὄνειδος, ὅτι ἐμίαναν τὰ ἔθνη αὐτό· καὶ καθεῖλον τὸ θυσιαστήριον. καὶ ἀπέθεντο τοὺς λίθους ἐν τῷ ὄρει τοῦ οἴκου ἐν τόπῳ ἐπιτηδείῳ, μέχρι τοῦ παραγενηθῆναι προφήτην τοῦ ἀποκριθῆναι περὶ αὐτῶν. καὶ ἔλαβον λίθους ὁλοκλήρους κατὰ τὸν νόμον, καὶ ᾠκοδόμησαν θυσιαστήριον καινὸν κατὰ τὸ πρότερον. καὶ ᾠκοδόμησαν τὰ ἅγια καὶ τὰ ἐντὸς τοῦ οἴκου, καὶ τὰς αὐλὰς ἡγίασεν. καὶ ἐποίησαν τὰ σκεύη τὰ ἅγια καινά, καὶ εἰσήνεγκαν τὴν λυχνίαν καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ θυμιαμάτων καὶ τὴν τράπεζαν εἰς τὸν ναόν. καὶ ἐθυμίασαν ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐξῆψαν τοὺς λύχνους τοὺς ἐπὶ τῆς λυχνίας· καὶ ἐφαίνοσαν ἐν τῷ ναῷ. καὶ ἐπέθηκαν ἐπὶ τὴν τράπεζαν ἄρτους, καὶ ἐξεπέτασαν τὰ καταπετάσματα· καὶ ἐτέλεσαν πάντα τὰ ἔργα ἃ ἐποίησαν. Καὶ ὤρθρισαν τὸ πρωὶ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἐνάτου· οὗτος ὁ μὴν Χασελεὺ τοῦ ὀγδόου καὶ τεσσερακοστοῦ καὶ ἑκατοστοῦ ἔτους. καὶ ἀνήνεγκαν θυσίαν κατὰ τὸν νόμον ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων τὸ καινὸν ὃ ἐποίησαν· κατὰ τὸν καιρὸν κατὰ τὴν ἡμέραν ἐν ᾗ ἐβεβήλωσαν αὐτὸ τὰ ἔθνη, ἐν ἐκείνῃ ἐνεκαινίσθη ἐν ᾠδαῖς καὶ κιθάραις καὶ κινύραις καὶ ἐν κυμβάλοις. καὶ ἔπεσον πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον, καὶ προσεκύνησαν καὶ ηὐλόγησαν εἰς οὐρανὸν τὸν εὐοδώσαντα αὐτούς. καὶ ἐποίησαν τὸν ἐγκαινιασμὸν τοῦ θυσιαστηρίου ἡμέρας ὀκτώ, καὶ προσήνεγκαν ὁλοκαυτώματα μετ᾽ εὐφροσύνης, καὶ ἔθυσαν θυσίαν σωτηρίου καὶ αἰνέσεως. καὶ κατεκόσμησαν τὸ κατὰ πρόσωπον τοῦ ναοῦ στεφάνοις χρυσοῖς καὶ ἀσπιδίσκαις, καὶ ἐνεκαίνισεν τὰς πύλας καὶ τὰ παστοφόρια, καὶ ἐθύρωσαν αὐτά. καὶ ἐγενήθη εὐφροσύνη μεγάλη ἐν τῷ λαῷ σφόδρα, καὶ ἀπεστράφη ὄνειδος ἐθνῶν. καὶ ἔστησεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἐκκλησία Ἰσραήλ, ἵνα ἄγωνται ἡμέραι ἐγκαινισμοῦ τοῦ θυσιαστηρίου ἐν τοῖς καιροῖς αὐτῶν ἐνιαυτὸν κατ᾽ ἐνιαυτὸν ἡμέρας ὀκτώ, ἀπὸ τῆς πέμπτης καὶ εἰκάδος τοῦ μηνὸς Χασελεύ, μετ᾽ εὐφροσύνης καὶ χαρᾶς. καὶ ᾠκοδόμησαν ἐν τῷ καιρῷ ἐκείνῳ τὸ ὄρος Σιών, κυκλόθεν τείχη ὑψηλὰ καὶ πύργους ἰσχυρούς, μή ποτε παραγενηθέντα τὰ ἔθνη καταπατήσωσιν αὐτά, ὡς ἐποίησαν τὸ πρότερον. καὶ ἀπέταξαν ἐκεῖ δύναμιν τηρεῖν αὐτό, καὶ ὠχύρωσαν αὐτὸ τηρεῖν τὴν Βεθσουρά, τοῦ ἔχειν τὸν λαὸν ὀχύρωμα κατὰ πρόσωπον τῆς Ἰδουμαίας.

Tap any verse to see what it echoes — and start a chain or echo from it.