Echo Scripture

1 Kings 9

Read in English (BSB) — 1 Kings 9

Καὶ ἐγενήθη ὡς συνετέλεσεν Σαλωμὼν οἰκοδομεῖν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πᾶσαν τὴν πραγματείαν Σαλωμὼν ὅσα ἠθέλησεν ποιῆσαι, καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν δεύτερον καθὼς ὤφθη ἐν Γαβαώθ, καὶ εἶπεν πρὸς αὐτὸν Κύριος Ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ τῆς δεήσεώς σου ἧς ἐδεήθης ἐνώπιον ἐμοῦ· πεποίηκά σοι κατὰ πᾶσαν τὴν προσευχήν σου, ἡγίακα τὸν οἶκον τοῦτον ὃν ᾠκοδόμησας, τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα· καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεῖ εἰς τὸν αἰῶνα, καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας. καὶ σὺ ἐὰν πορευθῇς ἐνώπιον ἐμοῦ καθὼς ἐπορεύθη Δαυεὶδ ὁ πατήρ σου ἐν ὁσιότητι καρδίας καὶ ἐν εὐθύτητι καὶ τοῦ ποιεῖν κατὰ πάντα ἃ ἐνετειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξῃς· καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐπὶ Ἰσραὴλ εἰς τὸν αἰῶνα καθὼς ἐλάλησα τῷ Δαυεὶδ πατρί σου λέγων Οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ἰσραήλ. ἐὰν δὲ ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπ᾽ ἐμοῦ, καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἃ ἔδωκεν Μωυσῆς ἐνώπιον ὑμῶν, καὶ πορευθῆτε καὶ δουλεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς· καὶ ἐξαρῶ τὸν Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματί μου ἀπορίψω ἐκ προσώπου μου, καὶ ἔσται Ἰσραὴλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς. καὶ ὁ οἶκος οὗτος ἔσται ὁ ὑψηλός, πᾶς ὁ διαπορευόμενος δι᾽ αὐτοῦ ἐκστήσεται καὶ συριεῖ, καὶ ἐροῦσιν Ἕνεκα τίνος ἐποίησεν Κύριος οὕτως τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ; καὶ ἐροῦσιν Ἀνθ᾽ ὧν ἐνκατέλιπον Κύριον θεὸν αὐτῶν, ὃς ἐξήγαγεν τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου, ἐξ οἴκου δουλείας, καὶ ἀντελάβοντο θεῶν ἀλλοτρίων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς, διὰ τοῦτο ἐπήγαγεν ἐπ᾽ αὐτοὺς τὴν κακίαν ταύτην. Τότε ἀνήγαγεν Σαλωμὼν τὴν θυγατέρα Φαραὼ ἐκ πόλεως Δαυεὶδ εἰς οἶκον αὐτοῦ ὃν ᾠκοδόμησεν αὐτῷ ἐν ταῖς ἡμέραις ἐκείναις. Εἴκοσι ἔτη ἐν οἷς οἰκοδόμησεν Σαλωμὼν τοὺς δύο οἴκους, τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως, Χειρὰμ βασιλεὺς Τύρου ἀντελάβετο τοῦ Σαλωμὼν ἐν ξύλοις κεδρίνοις καὶ ἐν ξύλοις πευκίνοις καὶ ἐν χρυσίῳ καὶ ἐν παντὶ θελήματι αὐτοῦ. τότε ἔδωκεν ὁ βασιλεὺς τῷ Χειρὰμ εἴκοσι πόλεις ἐν τῇ γῇ τῇ Γαλειλαίᾳ. καὶ ἐξῆλθεν Χειρὰμ ἐκ Τύρου καὶ ἐπορεύθη εἰς τὴν Γαλειλαίαν τοῦ ἰδεῖν τὰς πόλεις ἃς ἔδωκεν αὐτῷ Σαλωμών· καὶ οὐκ ἤρεσεν αὐτῷ. καὶ εἶπεν Τί αἱ πόλεις αὗται ἃς ἔδωκάς μοι, ἀδελφέ; καὶ ἐκάλεσεν αὐτάς Ὅριον ἕως τῆς ἡμέρας ταύτης. καὶ ἤνεγκεν Χειρὰμ τῷ Σαλωμὼν ἑκατὸν καὶ εἴκοσι τάλαντα χρυσίου. Καὶ ναῦν ὑπὲρ οὗ ἐποίησεν Σαλωμὼν ὁ βασιλεὺς ἐν Ἐμαεσειὼν Γάβερ, τὴν οὖσαν ἐχομένην Αἰλὰθ ἐπὶ τοῦ χείλους τῆς ἐσχάτης θαλάσσης ἐν γῇ Ἐδώμ· καὶ ἀπέστειλεν Χειρὰμ ἐν τῇ νηὶ τῶν παίδων αὐτοῦ ἄνδρας ναυτικοὺς ἐλαύνειν εἰδότας θάλασσαν μετὰ τῶν παίδων Σαλωμών. καὶ ἦλθον εἰς Σωφηρά, καὶ ἔλαβον ἐκεῖθεν χρυσίου ἑκατὸν εἴκοσι τάλαντα καὶ ἤνεγκαν τῷ βασιλεῖ Σαλωμών.

Tap any verse to see what it echoes — and start a chain or echo from it.