Καὶ ἐκάθισεν τρία ἔτη καὶ οὐκ ἦν πόλεμος ἀνὰ μέσον Συρίας καὶ ἀνὰ μέσον Ἰσραήλ. καὶ ἐγενήθη ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ καὶ κατέβη Ἰωσαφὰτ βασιλεὺς Ἰούδα πρὸς βασιλέα Ἰσραήλ. καὶ εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς τοὺς παῖδας αὐτοῦ Εἰ οἴδατε ὅτι ἡμῖν Ῥεμμὰθ Γαλαάδ, καὶ ἡμεῖς σιωπῶμεν λαβεῖν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας; καὶ εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ Ἀναβήσῃ μεθ᾽ ἡμῶν εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον; καὶ εἶπεν Ἰωσαφάτ Καθὼς ἐγώ, καὶ σὺ οὕτως, καθὼς ὁ λαός μου ὁ λαός σου, καθὼς οἱ ἵπποι μου οἱ ἵπποι σου. καὶ εἶπεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα πρὸς βασιλέα Ἰσραήλ Ἐπερωτήσατε δὴ σήμερον τὸν κύριον. καὶ συνήθροισεν βασιλεὺς Ἰσραὴλ πάντας τοὺς προφήτας ὡς τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς Εἰ πορευθῶ εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπέχω; καὶ εἶπαν Ἀνάβαινε, καὶ διδοὺς δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως. καὶ εἶπεν Ἰωσαφὰτ πρὸς βασιλέα Ἰσραήλ Οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου, καὶ ἐπερωτήσομεν τὸν κύριον δι᾽ αὐτοῦ; καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ Εἷς ἐστὶν ἀνὴρ εἰς τὸ ἐπερωτῆσαι τὸν κύριον δι᾽ αὐτοῦ, καὶ ἐγὼ μεμίσηκα αὐτόν, ὅτι οὐ λαλεῖ περὶ ἐμοῦ καλὰ ἀλλ᾽ ἢ κακά, Μειχαίας υἱὸς Ἰεμιάς. καὶ εἶπεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα Μὴ λεγέτω ὁ βασιλεὺς οὕτως. καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ἰσραὴλ εὐνοῦχον ἕνα καὶ εἶπεν Τάχος Μειχαίαν υἱὸν Ἰεμιά. καὶ ὁ βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα ἐκάθηντο ἀνὴρ ἐπὶ τοῦ θρόνου αὐτοῦ ἔνοπλοι ἐν ταῖς πύλαις Σαμαρείας, καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐνώπιον αὐτῶν. καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χαανὰ κέρατα σιδηρᾶ καὶ εἶπεν Τάδε λέγει Κύριος Ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως συντελεσθῇ. καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως λέγοντες Ἀνάβαινε εἰς Ῥεμμὰθ Γαλαάδ, καὶ εὐοδώσει· καὶ δώσει Κύριος εἰς χεῖράς σου καὶ τὸν βασιλέα Συρίας. καὶ ὁ ἄγγελος ὁ πορευθεὶς καλέσαι τὸν Μειχαίαν ἐλάλησεν αὐτῷ λέγων Ἰδοὺ δὴ λαλοῦσιν πάντες οἱ προφῆται ἐν στόματι ἐπὶ καλὰ κατὰ τοῦ βασιλέως· γίνου δὴ καὶ σὺ εἰς λόγους σου εἷς κατὰ τοὺς λόγους ἑνὸς τούτων, καὶ λάλησον καλά. καὶ εἶπεν Μειχαίας Ζῇ Κύριος ὅτι ἃ ἂν εἴπῃ Κύριος πρὸς μέ, ταῦτα λαλήσω. καὶ ἦλθεν πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Μειχαία, εἰ ἀναβῶ εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπεν Ἀνάβαινε, καὶ εὐοδώσει Κύριος εἰς χεῖρα τοῦ βασιλέως. καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Πεντάκις ἐγὼ ἐξορκίζω σε ὃπως λαλήσῃς πρὸς μὲ ἀλήθειαν ἐν ὀνόματι Κυρίου. καὶ εἶπεν Οὐχ οὕτως· ἑώρακα τὸν πάντα Ἰσραὴλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον ᾧ οὐκ ἔστι ποιμήν· καὶ εἶπεν Κύριος Οὐ Κύριος τούτοις θεός; ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ ἀναστρεφέτω. καὶ εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα Οὐκ εἶπα πρὸς σέ Οὐ προφητεύει οὗτός μοι καλά, διότι ἀλλ᾽ ἢ κακά; καὶ εἶπεν Μειχαίας Οὐχ οὕτως. οὐκ ἐγώ· ἄκουε ῥῆμα Κυρίου· οὐχ οὕτως, εἶδον θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατεία τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αὐτοῦ. καὶ εἶπεν Κύριος Τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραήλ, καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ῥεμμὰθ Γαλαάδ; καὶ εἶπεν οὗτος οὓτως, καὶ οὗτος οὕτως. καὶ ἐξῆλθεν πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου καὶ εἶπεν Ἐγὼ ἀπατήσω αὐτόν. καὶ εἶπεν πρὸς αὐτὸν Κύριος Ἐν τίνι; καὶ εἶπεν Ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς εἰς τὸ στόμα πάντων τῶν προφητῶν αὐτοῦ· καὶ εἶπεν Ἀπατήσεις καί γε δυνήσει· ἔξελθε καὶ ποίησον οὕτως. καὶ νῦν ἰδοὺ ἔδωκεν Κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά. καὶ προσῆλθεν Σεδεκιοὺ υἱὸς Χανάαν καὶ ἐπάταξεν τὸν Μειχαίαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν Ποῖον πνεῦμα Κυρίου τὸ λαλῆσαν ἐν σοί; καὶ εἶπεν Μειχαίας Ἰδοὺ σὺ ὄψῃ τῇ ἡμέρᾳ ἐκείνῃ ὅταν εἰσέλθῃς ταμεῖον τοῦ ταμείου τοῦ κρυφίου. καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραήλ Λάβετε τὸν Μειχαίαν καὶ ἀποστρέψατε αὐτὸν πρὸς Σεμὴρ τὸν βασιλέα τῆς πόλεως· καὶ τῷ Ἰωὰς υἱῷ τοῦ βασιλέως εἰπὸν θέσθαι τοῦτον ἐν φυλακῇ, καὶ ἐσθίειν αὐτὸν ἄρτον θλὶψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ. καὶ εἶπεν Μειχαίας Ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐ λελάληκεν Κύριος ἐν ἐμοί. Καὶ ἀνέβη βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς [Ἰούδα] μετ᾽ αὐτοῦ εἰς Ῥεμμὰθ Γαλαάδ. καὶ εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα Συνκαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς Ἰσραὴλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον. καὶ βασιλεὺς Συρὶας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων αὐτοῦ τριάκοντα καὶ δυσὶν λέγων Μὴ πολεμεῖτε μικρὸν καὶ μέγαν ἀλλ᾽ ἢ τὸν βασιλέα Ἰσραὴλ μονώτατον. καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ἰωσαφὰθ βασιλέα Ἰούδα, καὶ αὐτοὶ εἶπον Φαίνεται βασιλεὺς Ἰσραὴλ οὗτος· καὶ ἐκύκλωσαν αὐτὸν πολεμῆσαι· καὶ ἀνέκραξεν Ἰωσαφάθ. καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἔστιν βασιλεὺς Ἰσραὴλ οὗτος, καὶ ἀπέστρεψαν ἀπ᾽ αὐτοῦ. καὶ ἐπέτεινεν εἷς τὸ τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ἰσραὴλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος· καὶ εἶπεν τῷ ἡνιόχῳ αὐτοῦ Ἐπίστρεψον τὰς χεῖράς σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι τέτρωμαι. καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ὁ βασιλεὺς ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξ ἐναντίας Συρίας ἀπὸ πρωὶ ἕως ἑσπέρας, καὶ ἀπεχύννετο αἷμα ἐκ τῆς πληγῆς εἰς τὸν κόλπον τοῦ ἅρματος· καὶ ἀπέθανεν ἑσπέρας, καὶ ἐξεπορεύετο τὸ αἷμα τῆς τροπῆς ἕως τοῦ κόλπου τοῦ ἅρματος. καὶ ἔστη ὁ στρατοκήρυξ δύνοντος τοῦ ἡλίου λέγων Ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν καὶ εἰς τὴν ἑαυτοῦ γῆν, ὅτι τέθνηκεν ὁ βασιλεύς. καὶ ἦλθον εἰς τὴν Σαμάρειαν, καὶ ἔθαψαν τὸν βασιλέα ἐν Σαμαρείᾳ. καὶ ἀπένιψαν τὸ αἷμα ἐπὶ τὴν κρήνην Σαμαρείας, καὶ ἐξέλιξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα· καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι, κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν. καὶ τὰ λοιπά τῶν λόγων Ἀχαάβ καὶ πάντα ἃ ἐποίησεν, καὶ οἶκον ἐλεφάντινον ὃν ᾠκοδόμησεν καὶ πάσας τὰς πόλεις ἃς ἐποίησεν, καὶ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ. καὶ ἐκοιμήθη Ἀχαάβ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ὀχοζείας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. Καὶ Ἰωσαφάθ υἱὸς Ἀσὰ ἐβασίλευσεν ἐπὶ Ἰουδά· ἔτει τετάρτῳ τῷ Ἀχαάβ ἐβασίλευσεν. Ἰωσαφὰθ υἱὸς τριάκοντα καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ εἴκοσι καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ· καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀζαεβὰ θυγάτηρ Σεμεεί. καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Ἀσὰ τοῦ πατρὸς αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπ᾽ αὐτῆς, τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου· πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆρεν, ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς. καὶ εἰρήνευσεν Ἰωσαφὰθ μετὰ βασιλέως Ἰσραήλ. καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωσαφὰθ καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα ἐνγεγραμμέρα ἐν βιβλίῳ λόγων Ἰωσαφάθ; καὶ ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. Καὶ Ὀχοζείας υἱὸς Ἀχαὰβ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἐν ἔτει ἑπτακαιδεκάτῳ, Ἰωσαφὰθ βασιλεῖ Ἰούδα· καὶ ἐβασίλευσεν ἐν Ἰσραὴλ ἔτη δύο. καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ Ἀχαὰβ καὶ ἐν ὁδῷ Ἰεζάβελ τῆς μητρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις οἴκου Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ. καὶ ἐδούλευσεν τοῖς Βααλεὶμ καὶ προσεκύνησεν αὐτοῖς, καὶ παρώργισεν τὸν κύριον θεὸν Ἰσραὴλ κατὰ πάντα τὰ γενόμενα ἔμπροσθεν αὐτοῦ. καὶ ἠθέτησεν Μωὰβ ἐν Ἰσραὴλ μετὰ τὸ ἀποθανεῖν Ἀχαάβ.
1 Kings 22
Read in English (BSB) — 1 Kings 22 →Tap any verse to see what it echoes — and start a chain or echo from it.