καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Εἰοὺ υἱοῦ Ἁνανεὶ πρὸς Βαασά Ἀνθ᾽ ὧν ὕψωσά σε ἀπὸ τῆς γῆς καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ ἐπορεύθης ἐν τῇ ὁδῷ Ἰεροβοὰμ καὶ ἐξήμαρτες τὸν λαόν μου τὸν Ἰσραὴλ τοῦ παροργίσαι με ἐν τοῖς ματαίοις αὐτῶν, ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω Βαασὰ καὶ ὄπισθεν τοῦ οἴκου αὐτοῦ, καὶ δώσω τὸν οἶκον αὐτοῦ ὡς τὸν οἶκον Ἰεροβοὰμ υἱοῦ Ναβάθ. τὸν τεθνηκότα τοῦ Βαασὰ ἐν τῇ πόλει, καταφάγονται αὐτὸν οἱ κύνες, καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ, καταφάγονται αὐτὸν τὰ πετεινὰ τοῦ οὐρανοῦ. καὶ τὰ λοιπὰ τῶν λόγων Βαασὰ καὶ πάντα ἃ ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ; καὶ ἐκοιμήθη Βαασὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται ἐν Θερσά· καὶ βασιλεύει Ἠλαὰν υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ ἐν τῷ εἰκοστῷ ἔτει βασιλέως Ἀσά. καὶ ἐν χειρὶ Εἰοὺ Ἁνανεὶ ἐλάλησεν Κύριος ἐπὶ Βαασὰ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πᾶσαν τὴν κακίαν ἣν ἐποίησεν ἐνώπιον Κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ, τοῦ εἶναι κατὰ τὸν οἶκον Ἰεροβοὰμ καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν. Καὶ Ἠλὰ υἱὸς Βαασὰ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ δύο ἔτη ἐν Θερσά. καὶ συνέστρεψεν ἐπ᾽ αὐτὸν Ζαμβρεὶ ὁ ἄρχων τῆς ἡμίσους τῆς ἵππου, καὶ αὐτὸς ἦν ἐν Θερσὰ πίνων μεθύων ἐν τῷ οἴκῳ Ὠσά, τοῦ οἰκονόμου ἐν Θερσά. καὶ εἰσῆλθεν Ζαμβρεὶ καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτόν, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ. καὶ ἐγενήθη ἐν τῷ βασιλεῦσαι αὐτὸν ἐν τῷ καθίσαι αὐτὸν ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Βαασά, κατὰ τὸ ῥῆμα ὃ ἐλάλησεν Κύριος ἐπὶ τὸν οἶκον Βαασὰ καὶ πρὸς Εἰοὺ τὸν προφήτην περὶ πασῶν ἁμαρτιῶν Βαασὰ καὶ Ἠλὰ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἐξήμαρτεν τὸν Ἰσραὴλ τοῦ παροργίσαι Κύριον τὸν θεὸν Ἰσραὴλ ἐν τοῖς ματαίοις αὐτῶν. καὶ τὰ λοιπὰ τῶν λόγων Ἠλὰ ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ; Καὶ Ζαμβρεὶ ἐβασίλευσεν ἑπτὰ ἔτη ἐν Θερσά· καὶ ἡ παρεμβολὴ Ἰσραὴλ ἐπὶ Γαβαὼν τῶν ἀλλοφύλων. καὶ ἤκουσεν ὁ λαὸς ἐν τῇ παρεμβολῇ λεγόντων Συνεστράφη Ζαμβρεὶ καὶ ἔπαισεν τὸν βασιλέα· καὶ ἐβασίλευσαν ἐν Ἰσραὴλ τὸν Ζαμβρεὶ τὸν ἡγούμενον τῆς στρατείας ἐπὶ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῇ παρεμβολῇ. καὶ ἀνέβη Ζαμβρεὶ καὶ πᾶς Ἰσραὴλ μετ᾽ αὐτοῦ ἐν Γαβαθὼν καὶ περιεκάθισαν ἐπὶ Θερσά. καὶ ἐγενήθη ὡς εἶδεν Ζαμβρεὶ ὅτι προκατείλημπται αὐτοῦ ἡ πόλις, καὶ πορεύονται εἰς ἄντρον τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἐνεπύρισεν ὁ βασιλεὺς ἐπ᾽ αὐτὸν τὸν οἶκον τοῦ βασιλέως, καὶ ἀπέθανεν· ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐποίησεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, πορευθῆναι ἐν ὁδῷ Ἰεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, ὡς ἐξήμαρτεν τὸν Ἰσραήλ. καὶ τὰ λοιπὰ τῶν λόγων Ζαμβρεὶ καὶ τὰς συνάψεις αὐτοῦ ἃς συνῆψεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ; Τότε μερίζεται ὁ λαὸς Ἰσραήλ· ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Θαμνεὶ υἱοῦ Γωνὰθ τοῦ βασιλεῦσαι αὐτόν, καὶ τὸ ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Ζαμβρεί. καὶ ἡττήθη ὁ λαὸς ὁ ὢν ὀπίσω Θαμνεὶ υἱοῦ Γωνάθ· καὶ ἀπέθανεν Θαμνεὶ καὶ Ἰωρὰμ ὁ ἀδελφὸς αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐβασίλευσεν Ζαμβρεὶ μετὰ Θαμνεί. ἐν τῷ ἔτει τῷ τριακοστῷ καὶ πρώτῳ τοῦ βασιλέως Ἀσὰ βασιλεύει Ζαμβρεὶ ἐπὶ Ἰσραὴλ δώδεκα ἔτη· ἐν Θερσὰ βασιλεύει ἓξ ἔτη. καὶ ἐκτήσατο Ζαμβρεὶ τὸ ὄρος τὸ Σεμερὼν παρὰ Σέμηρ τοῦ κυρίου τοῦ ὄρους ἐν δύο ταλάντων ἀργυρίου, καὶ ᾠκοδόμησεν τὸ ὄρος· καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ ὄρους οὗ ᾠκοδόμησαν ἐπὶ τῷ ὀνόματι Σάμηρ τοῦ κυρίου τοῦ ὄρους Σαεμηρών. καὶ ἐποίησεν Ζαμβρεὶ τὸ πονηρὸν ἐνώπιον Κυρίου· ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ. καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Ἰεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἐξήμαρτεν τὸν Ἰσραὴλ τοῦ παροργίσαι ἐν τοῖς ματαίοις αὐτῶν. καὶ τὰ λοιπὰ τῶν λόγων Ζαμβρεὶ καὶ πάντα ἃ ἐποίησεν καὶ ἡ δυναστεία αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν βασιλέων Ἰσραήλ; καὶ ἐκοιμήθη Ζαμβρεὶ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται ἐν Σαμαρείᾳ· καὶ βασιλεύει Ἀχαὰβ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. [1] Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ ἔτει τοῦ Ζαμβρεὶ βασιλεύει Ἰωσαφὰθ υἱὸς Ἀσά· βασιλεύει ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ εἴκοσι πέντε ἔτη βασιλεύει ἐν Ἰερουσαλήμ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γαβουζά, θυγάτηρ Σελεεί. [2] καὶ ἐπορεύθη ἐν τῇ ὁδῷ Ἀσὰ τοῦ πατρὸς αὐτοῦ, καὶ οὐκ ἐξέκλινεν ἀπ᾽ αὐτῆς τοῦ ποιεῖν τὸ εὐθὲς ἐνώπιον Κυρίου· πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆραν, ἔθυον ἐν τοῖς ὑψηλοῖς καὶ ἐθυμίων. [3] καὶ ἃ συνέθετο Ἰωσαφάθ, καὶ πᾶσα δυναστεία ἣν ἐποίησεν, καὶ οὓς ἐπολέμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰούδα; [4] καὶ τὰ λοιπὰ τῶν συμπλοκῶν ἃς ἐπέθεντο ἐν ταῖς ἡμέραις Ἀσὰ τοῦ πατρὸς αὐτοῦ ἐξῆρεν ἀπὸ τῆς γῆς. [5] καὶ βασιλεὺς οὐκ ἦν ἐν Συρίᾳ· νασεὶβ ὁ βασιλεύς. [6] ἐποίησεν ναῦν εἰς Θαρσεὶς πορεύεσθαι εἰς Σωφείρ, πορεύεσθαι ἐπὶ τὸ χρυσίον· καὶ οὐκ ἐπορεύθη, ὅτι συνετρίβη ἡ ναῦς ἐν Γασιὼν Γάβερ. [7] τότε εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάθ Ἐξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηί· καὶ οὐκ ἐβούλετο Ἰωσαφάθ. [8] καὶ ἐκοιμήθη Ἰωσαφὰθ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. Ἐν ἔτει δευτέρῳ τῷ Ἰωσαφὰθ βασιλεύει Ἀχαὰβ υἱὸς Ζαμβρεί· ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ εἴκοσι καὶ δύο ἔτη. καὶ ἐποίησεν Ἀχαὰβ τὸ πονηρὸν ἐνώπιον Κυρίου· ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ. καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσθαι ἐν ταῖς ἁμαρτίαις Ἰεροβοὰμ υἱοῦ Ναβάτ, καὶ ἔλαβεν γυναῖκα τὴν Ἰεζάβελ θυγατέρα Ἰεθεβάαλ βασιλέως Σιδωνίων, καὶ ἐπορεύθη καὶ ἐδούλευσεν τῷ Βάαλ καὶ προσεκύνησεν αὐτῷ. καὶ ἔστησεν θυσιαστήριον τῷ Βάαλ ἐν οἴκῳ τῶν προσοχθισμάτων αὐτοῦ ὃν ᾠκοδόμησεν ἐν Σαμαρείᾳ. καὶ ἐποίησεν Ἀχαὰβ ἄλσος· καὶ προσέθηκεν Ἀχαὰβ τοῦ ποιῆσαι παροργίσματα τοῦ παροργίσαι τὴν ψυχὴν αὐτοῦ, τοῦ ἐξολοθρευθήναι· ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλεῖς Ἰσραὴλ τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ. ᾨκοδόμησεν Ἀχειὴλ ὁ Βαιθηλείτης τὴν Ἰερειχώ· ἐν τῷ Ἀβειρὼν τῷ πρωτοτόκῳ αὐτοῦ ἐθεμελίωσεν αὐτήν, καὶ τῷ Ζεγοὺβ τῷ νεωτέρῳ αὐτοῦ ἐπέστησεν θύρας αὐτῆς, κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ Ἰησοῦ υἱοῦ Ναυή.
1 Kings 16
Read in English (BSB) — 1 Kings 16 →Tap any verse to see what it echoes — and start a chain or echo from it.