Echo Scripture

1 Kings 11

Read in English (BSB) — 1 Kings 11

Καὶ ὁ βασιλεὺς Σαλωμὼν ἦν φιλογύνης. καὶ ἦσαν αὐτῷ ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι. καὶ ἔλαβεν γυναῖκας ἀλλοτρίας, καὶ τὴν θυγατέρα Φαραώ· Μωαβείτιδας, Ἀμμανίτιδας, Σύρας καὶ Ἰδουμαίας, Χετταίας καὶ Ἀμορραίας· ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπεν Κύριος τοῖς υἱοῖς Ἰσραήλ Οὐκ εἰσελεύσεσθε εἰς αὐτοὺς καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, μὴ ἐκκλίνωσιν τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν, εἰς αὐτοὺς ἐκολλήθη Σαλωμὼν τοῦ ἀγαπῆσαι. καὶ ἐγενήθη ἐν καιρῷ γήρους Σαλωμὼν καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου θεοῦ αὐτοῦ καθὼς ἡ καρδία Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν. τότε ᾠκοδόμησεν Σαλωμὼν ὑψηλὸν τῷ Χαμὼς εἰδώλῳ Μωάβ, καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν Ἀμμών, καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων· καὶ οὕτως ἐποίησεν πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις· ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν. καὶ ἐποίησεν Σαλωμὼν τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἐπορεύθη ὀπίσω Κυρίου ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ. Καὶ ὠργισθη Κύριος ἐπὶ Σαλωμών, ὅτι ἐξέκλινεν καρδίαν αὐτοῦ ἀπὸ Κυρίου θεοῦ Ἰσραὴλ τοῦ ὀφθέντος αὐτῷ δὶς καὶ ἐντειλαμένῳ αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου τὸ παράπαν μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων καὶ φυλάξασθαι ποιῆσαι ἃ ἐνετείλατο αὐτῷ Κύριος ὁ θεός· οὐδ᾽ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου κατὰ τὴν καρδίαν Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ εἶπεν Κύριος πρὸς Σαλωμών Ἀνθ᾽ ὧν ἐγένετο ταῦτα μετὰ σοῦ καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἃ ἐνετειλάμην σοι, διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου. πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυεὶδ τὸν πατέρα σου· ἐκ χειρὸς υἱοῦ σου λήμψομαι αὐτήν. πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω· σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου διὰ Δαυεὶδ τὸν δοῦλόν μου καὶ διὰ Ἰερουσαλὴμ τὴν πόλιν ἣν ἐξελεξάμην. Καὶ ἤγειρεν Κύριος σατὰν τῷ Σαλωμὼν τὸν Ἁδὲρ τὸν Ἰδουμαῖον καὶ τὸν Ἑσρὼμ υἱὸν Ἐλιαδᾶε τὸν ἐν Ῥαεμμααὲρ Ἁδράζαρ βασιλέα Σουβὰ κύριον αὐτοῦ. καὶ συνηθροίσθησαν ἐπ᾽ αὐτὸν ἄνδρες, καὶ ἦν ἄρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμάσεκ· καὶ ἦσαν σατὰν τῷ Ἰσραὴλ πάσας τὰς ἡμέρας Σαλωμών· καὶ Ἁδὲρ ὁ Ἰδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν Ἰδουμαίᾳ. καὶ ἐγένετο ἐν τῷ ἐξολεθρεῦσαι Δαυεὶδ τὸν Ἐδὼμ ἐν τῷ πορευθῆναι Ἰωὰβ ἄρχοντα τῆς στρατείας θάπτειν τοὺς τραυματίας, ἔκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ· ὅτι ἕξ μῆνας ἐνεκάθητο ἐκεῖ Ἰωὰβ καὶ πᾶς Ἰσραὴλ ἐν τῇ Ἰδουμαίᾳ, ἕως ὅτου ἐξωλέθρευσεν πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ. καὶ ἀπέδρα Ἁδὲρ αὐτὸς καὶ πάντες οἱ Ἰδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Αἴγυπτον· καὶ Ἁδὲρ παιδάριον μικρόν. καὶ ἀνίστανται ἄνδρες ἐκ τῆς πόλεως Μαδιὰμ καὶ ἄρχοντες εἰς Φαράν, καὶ λαμβάνουσιν ἄνδρας μετ᾽ αὐτῶν καὶ ἔρχονται πρὸς Φαραὼ βασιλέα Αἰγύπτου· καὶ εἰσῆλθεν Ἁδὲρ πρὸς Φαραώ, καὶ ἔδωκεν αὐτῷ οἶκον καὶ ἄρτους διέταξεν αὐτῷ. καὶ εὗρεν Ἁδὲρ χάριν ἐναντίον Φαραὼ σφόδρα, καὶ ἔδωκεν αὐτῷ γυναῖκα ἀδελφὴν τῆς γυναικὸς αὐτοῦ, ἀδελφὴν Θεκεμείνας τῆς μείζω. καὶ ἔτεκεν αὐτῷ ἡ ἀδελφὴ Θεκεμείνας τῷ Ἁδὲρ τὸν Γανηβὰθ υἱὸν αὐτῆς· καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμείνα ἐν μέσῳ υἱῶν Φαραώ, καὶ ἦν Γανηβὰθ ἐν μέσῳ υἱῶν Φαραώ. καὶ Ἁδὲρ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυεὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὅτι τέθνηκεν Ἰωὰβ ὁ ἄρχων τῆς στρατείας· καὶ εἶπεν Ἁδὲρ πρὸς Φαραώ Ἐξαπόστειλόν με καὶ ἀποστρέψω εἰς τὴν γῆν μου. καὶ εἶπεν Φαραὼ τῷ Ἁδέρ Τίνι σὺ ἐλαττονῇ μετ᾽ ἐμοῦ, καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελθεῖν εἰς τὴν γῆν σου; καὶ εἶπεν αὐτῷ Ἁδέρ Ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με· καὶ ἀνέστρεψεν Ἁδὲρ εἰς τὴν γῆν αὐτοῦ. αὕτη ἡ κακία ἣν ἐποίησεν Ἁδέρ· καὶ ἐβαρυθύμησεν Ἰσραήλ, καὶ ἐβασίλευσεν ἐν τῇ Ἐδώμ. Καὶ Ἰεροβοὰμ υἱὸς Ναβὰθ ὁ Ἐφραθεὶ ἐκ τῆς Σαρειρὰ υἱὸς γυναικὸς χήρας, ὁ δοῦλος Σαλωμών. καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπήρατο χεῖρας ἐπὶ βασιλέα. Σαλωμὼν ᾠκοδόμησεν τὴν ἄκραν· συνέκλεισεν τὸν φραγμὸν τῆς πόλεως Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ὁ ἄνθρωπος Ἰεροβοὰμ ἰσχυρὸς δυνάμει· καὶ εἶδεν Σαλωμὼν τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστίν, καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου Ἰωσήφ. καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ καὶ Ἰεροβοὰμ ἐξῆλθεν ἐξ Ἰερουσαλήμ, καὶ εὗρεν αὐτὸν Ἀχείας ὁ Σηλωνείτης ὁ προφήτης ἐν τῇ ὁδῷ, καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ· καὶ ὁ Ἀχείας περιβεβλημένος ἱματίῳ καινῷ, καὶ ἀμφότεροι ἐν τῷ πεδίῳ. καὶ ἐπελάβετο Ἀχειὰ τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπ᾽ αὐτῷ καὶ διέρρηξεν αὐτὸ δώδεκα ῥήγματα· καὶ εἶπεν τῷ Ἰεροβοάμ Λάβε σεαυτῷ δέκα ῥήγματα, ὅτι τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμών, καὶ δώσω σοι δέκα σκῆπτρα· καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ Δαυεὶδ τὸν δοῦλόν μου καὶ διὰ Ἰερουσαλὴμ τὴν πόλιν ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν φυλῶν Ἰσραήλ· ἀνθ᾽ ὧν κατέλιπέν με, καὶ ἐποίησεν τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων καὶ τῷ Χαμὼς καὶ ἐν τοῖς εἰδώλοις Μωὰβ καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν Ἀμμών, καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ. καὶ οὐ μὴ λάβω ὅλην τὴν βασιλείαν ἐκ χειρὸς αὐτοῦ, διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, διὰ Δαυεὶδ τὸν δοῦλόν μου ὃν ἐξελεξάμην αὐτόν. καὶ λήμψομαι τὴν βασιλείαν ἐκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ, καὶ δώσω σοι τὰ δέκα σκῆπτρα· τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα, ὅπως ᾖ θέσις τῷ δούλῳ μου Δαυεὶδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν Ἰερουσαλὴμ τῇ πόλει, ᾗ ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι ὄνομά μου ἐκεῖ. καὶ σὲ λήμψομαι καὶ βασιλεύσεις ἐν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν Ἰσραήλ. καὶ ἔσται ἐὰν φυλάξῃς πάντα ὅσα ἂν ἐντείλωμαί σοι καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου, καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου καθὼς ἐποίησεν Δαυεὶδ ὁ δοῦλός μου· καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστὸν καθὼς οἰκοδόμησα τῷ Δαυείδ. καὶ ἐζήτησεν Σαλωμὼν θανατῶσαι τὸν Ἰεροβοάμ· καὶ ἀνέστη καὶ ἀπέστη καὶ ἀπέδρα εἰς Αἴγυπτον πρὸς Σουσακεὶμ βασιλέα Αἰγύπτου, καὶ ἦν ἐν Αἰγύπτῳ ἕως οὗ ἀπέθανεν Σαλωμών. καὶ τὰ λοιπὰ τῶν ῥημάτων Σαλωμὼν καὶ πάντα ὅσα ἐποίησεν καὶ πᾶσαν τὴν φρόνησιν αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ ῥημάτων Σαλωμών; καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Σαλωμὼν ἐν Ἰερουσαλὴμ τεσσεράκοντα ἔτη. καὶ ἐκοιμήθη Σαλωμὼν μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐγενήθη ὡς ἤκουσεν Ἰεροβοὰμ υἱὸς Ναβάτ, καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ, ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμὼν καὶ ἐκάθητο ἐν Αἰγύπτῳ, κατευθύνειν· καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαρειρὰ τὴν ἐν ὄρει Ἐφράιμ. καὶ ὁ βασιλεὺς Σαλωμὼν ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ῥοβοὰμ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.