Echo Scripture

1 Kings 1

Read in English (BSB) — 1 Kings 1

ΚΑΙ ὁ βασιλεὺς Δαυεὶδ πρεσβύτερος προβεβηκὼς ἡμέραις, καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερμαίνετο. καὶ εἶπον οἱ παῖδες αὐτοῦ Ζητησάτωσαν τῷ βασιλεῖ παρθένον νεάνιδα, καὶ παραστήσεται τῷ βασιλεῖ καὶ ἔσται αὐτὸν θάλπουσα καὶ κοιμηθήσεται μετ᾽ αὐτοῦ, καὶ θερμανθήσεται ὁ κύριός μου ὁ βασιλεύς. καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου Ἰσραήλ· καὶ εὗρον τὴν Ἀβεισὰ τὴν Σωμανεῖτιν, καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα. καὶ ἡ νεᾶνις καλὴ ἕως σφόδρα· καὶ ἦν θάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτῷ, καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν. καὶ Ἀδωνείας υἱὸς Ἁγγεὶθ ἐπῄρετο λέγων Ἐγὼ βασιλεύσω· καὶ ἐποίησεν ἑαυτῷ ἅρματα καὶ ἱππεῖς καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ. καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ οὐδέποτε λέγων Διὰ τί σὺ ἐποίησας; καὶ γε αὐτὸς ὡραῖος τῇ ὄψει σφόδρα, καὶ αὐτὸν ἔτεκεν ὀπίσω Ἀβεσσαλώμ. καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ Ἰωὰβ τοῦ υἱοῦ Σαρουίας καὶ μετὰ Ἀβιαθὰρ τοῦ ἱερέως, καὶ ἐβοήθουν ὀπίσω Ἀδωνειού. καὶ Σαδὼκ ὁ ἱερεὺς καὶ Βαναίας υἱὸς Ἰωδᾶε καὶ Ναθὰν ὁ προφήτης καὶ Σεμεεὶ καὶ Ῥησεὶ καὶ υἱοὶ δυνατοὶ τοῦ Δαυεὶδ οὐκ ἦσαν ὀπίσω Ἀδωνειού. καὶ ἐθυσίασεν Ἀδωνειοὺ πρόβατα καὶ μόσχους καὶ ἄρνας μετὰ Αἰθὴ τοῦ Ζωελεθεὶ ὃς ἦν ἐχόμενα τῆς Ῥωγήλ, καὶ ἐκάλεσεν τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς ἁδροὺς Ἰούδα, παῖδας τοῦ βασιλέως· καὶ τὸν Ναθὰν τὸν προφήτην καὶ Βαναίαν καὶ τοὺς δυνατοὺς καὶ τὸν Σαλωμὼν ἀδελφὸν αὐτοῦ οὐκ ἐκάλεσεν. καὶ εἶπεν Ναθὰν πρὸς Βηρσάβεε μητέρα Σαλωμὼν λέγων Οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν Ἀδωνείας υἱὸς Ἁγγείθ, καὶ ὁ κύριος ἡμῶν Δαυεὶδ οὐκ ἔγνω; καὶ νῦν δεῦρο συμβουλεύσω σοι δὴ συμβουλίαν, καὶ ἐξελοῦ τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ υἱοῦ σου Σαλωμών. δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυεὶδ καὶ ἐρεῖς πρὸς αὐτὸν λέγουσα Οὐχὶ σύ, κύριέ μου βασιλεῦ, ὤμοσας τῇ δούλῃ σου λέγων ὅτι Ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετ᾽ ἐμέ, καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρόνου μου; καὶ τί ὅτι ἐβασίλευσεν Ἀδωνείας; καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκεῖ μετὰ τοῦ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω καὶ πληρώσω τοὺς λόγους σου. καὶ εἰσῆλθεν Βηρσάβεε πρὸς τὸν βασιλέα εἰς τὸ ταμεῖον· καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα, καὶ Ἀβεισὰ ἡ Σωμανεῖτις ἡ λειτουργοῦσα τῷ βασιλεῖ. καὶ ἔκυψεν Βηρσάβεε καὶ προσεκύνησεν τῷ βασιλεῖ· καὶ εἶπεν ὁ βασιλεύς Τί ἔστιν σοι; ἡ δὲ εἶπεν Κύριε, σὺ ὤμοσας ἐν τῷ θεῷ σου τῇ δούλῃ σου λέγων ὅτι Ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετ᾽ ἐμέ, καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου. καὶ νῦν ἰδοὺ Ἀδωνείας ἐβασίλευσεν, καὶ σύ, κύριέ μου βασιλεῦ, οὐκ ἔγνως· καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος, καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ Ἀβιαθὰρ τὸν ἱερέα καὶ Ἰωὰβ τὸν ἄρχοντα τῆς δυνάμεως, καὶ τὸν Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν. καὶ σύ, κύριέ μου βασιλεῦ, οἱ ὀφθαλμοὶ παντὸς Ἰσραὴλ πρὸς σέ, ἀπαγγεῖλαι αὐτοῖς τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾽ αὐτόν. καὶ ἔσται ὡς ἂν κοιμηθῇ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔσομαι ἐγὼ καὶ Σαλωμὼν ὁ υἱός μου ἁμαρτωλοί. καὶ ἰδοὺ ἔτι αὐτῆς λαλούσης μετὰ τοῦ βασιλέως καὶ Ναθὰν ὁ προφήτης ἦλθεν. καὶ ἀνηγγέλη τῷ βασιλεῖ Ἰδοὺ Ναθὰν ὁ προφήτης· καὶ εἰσῆλθεν κατὰ πρόσωπον τοῦ βασιλέως, καὶ προσεκύνησεν τῷ βασιλεῖ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. καὶ εἶπεν Ναθάν Κύριέ μου βασιλεῦ, σὺ εἶπας Ἀδωνείας βασιλεύσει ὀπίσω μου, καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου; ὅτι κατέβη σήμερον καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος, καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ Ἀβιαθὰρ τὸν ἱερέα· καὶ ἰδού εἰσιν ἐσθίοντες καὶ πίνοντες ἐνώπιον αὐτοῦ, καὶ εἶπαν Ζήτω ὁ βασιλεὺς Ἀδωνειού. καὶ ἐμὲ αὐτὸν τὸν δοῦλόν σου καὶ Σαδὼκ τὸν ἱερέα καὶ Βαναίαν υἱὸν Ἰωδᾶε καὶ Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν. εἰ διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γέγονεν τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον τοῦ κυρίου μου βασιλέως μετ᾽ αὐτόν; καὶ ἀπεκρίθη Δαυεὶδ καὶ εἶπεν Καλέσατέ μοι τὴν Βηρσάβεε· καὶ εἰσῆλθεν ἐνώπιον τοῦ βασιλέως, καὶ ἔστη ἐνώπιον αὐτοῦ. καὶ ὤμοσεν ὁ βασιλεὺς καὶ εἶπεν Ζῇ Κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως, ὅτι καθὼς ὤμοσά σοι ἐν Κυρίῳ τῷ θεῷ Ἰσραὴλ λέγων ὅτι Σαλωμὼν ὁ υἱός σου βασιλεύσει μετ᾽ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου ἀντ᾽ ἐμοῦ, ὅτι οὕτως ποιήσω τῇ ἡμέρᾳ ταύτῃ. καὶ ἔκυψεν Βηρσάβεε ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν τῷ βασιλεῖ καὶ εἶπεν Ζήτω ὁ κύριός μου ὁ βασιλεὺς Δαυεὶδ εἰς τὸν αἰῶνα. καὶ εἶπεν ὁ βασιλεὺς Δαυείδ Καλέσατέ μοι Σαδὼκ τὸν ἱερέα καὶ Ναθὰν τὸν προφήτην καὶ Βαναίαν υἱὸν Ἰωδᾶε· καὶ εἰσῆλθον ἐνώπιον τοῦ βασιλέως. καὶ εἶπεν ὁ βασιλεὺς αὐτοῖς Λάβετε τοὺς δούλους τοῦ κυρίου ὑμῶν μεθ᾽ ὑμῶν καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν καὶ καταγάγετε αὐτὸν εἰς τὴν Γειών, καὶ χρίσατε αὐτὸν ἐκεῖ, Σαδὼκ ὁ ἱερεὺς καὶ Ναθὰν ὁ προφήτης, εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ σαλπίσατε κερατίνῃ καὶ ἐρεῖτε Ζήτω ὁ βασιλεὺς Σαλωμών. καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου καὶ βασιλεύσει ἀντ᾽ ἐμοῦ, καὶ ἐγὼ ἐνετειλάμην τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ Ἰσραὴλ καὶ Ἰουδά. καὶ ἀπεκρίθη Βαναίας υἱὸς Ἰωδᾶε τῷ βασιλεῖ καὶ εἶπεν Γένοιτο· οὕτως πιστώσαι ὁ θεὸς τοῦ κυρίου μου τοῦ βασιλέως. καθὼς ἦν Κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, οὕτως εἴη μετὰ Σαλωμών, καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως Δαυείδ. καὶ κατέβη Σαδὼκ ὁ ἱερεὺς καὶ Ναθὰν ὁ προφήτης καὶ Βαναίας υἱὸς Ἰωδᾶε καὶ ὁ Χερεθθεὶ καὶ ὁ Φελεθθεί, καὶ ἐπεκάθισαν τὸν Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως Δαυεὶδ καὶ ἀπήγαγον αὐτὸν εἰς τὴν Γειών. καὶ ἔλαβεν Σαδὼκ ὁ ἱερεὺς τὸ κέρας τοῦ ἐλαίου ἐκ τῆς σκηνῆς καὶ ἔχρισεν τὸν Σαλωμών, καὶ ἐσάλπισεν τῇ κερατίνῃ· καὶ εἶπεν πᾶς ὁ λαός Ζήτω ὁ βασιλεὺς Σαλωμών. καὶ ἀνέβη πᾶς ὁ λαὸς ὀπίσω αὐτοῦ, καὶ ἐχόρευον ἐν χοροῖς καὶ εὐφραινόμενοι εὐφροσύνην μεγάλην· καὶ ἐρράγη ἡ γῆ ἐν τῇ φωνῇ αὐτῶν. καὶ ἤκουσεν Ἀδωνείας καὶ πάντες οἱ κλητοὶ αὐτοῦ, καὶ αὐτοὶ συνετέλεσαν φαγεῖν· καὶ ἤκουσεν Ἰωὰβ τὴν φωνὴν τῆς κερατίνης καὶ εἶπεν Τίς ἡ φωνὴ τῆς πόλεως ἠχούσης; ἔτι αὐτοῦ λαλοῦντος καὶ ἰδοὺ Ἰωναθὰν υἱὸς Ἀβιαθὰρ τοῦ ἱερέως εἰσῆλθεν, καὶ εἶπεν Ἀδωνείας Εἴσελθε, ὅτι ἀνὴρ δυνάμεως εἶ σύ, καὶ ἀγαθὰ εὐαγγέλισαι. καὶ ἀπεκρίθη Ἰωναθὰν καὶ εἶπεν Καὶ μάλα ὁ κύριος ἡμῶν ὁ βασιλεὺς Δαυεὶδ ἐβασίλευσεν τὸν Σαλωμών· καὶ ἀπέστειλεν ὁ βασιλεὺς μετ᾽ αὐτοῦ τὸν Σαδὼκ τὸν ἱερέα καὶ Ναθὰν τὸν προφήτην καὶ Βαναιοὺ υἱὸν Ἰωδᾶε καὶ τὸν Χερεθθεὶ καὶ τὸν Φελεθθεί, καὶ ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως· καὶ ἔχρισαν αὐτὸν Σαδὼκ ὁ ἱερεὺς καὶ Ναθὰν ὁ προφήτης ἐν τῇ Γειών, καὶ ἀνέβησαν ἐκεῖθεν εὐφραινόμενοι, καὶ ἤχησεν ἡ πόλις· αὕτη ἡ φωνὴ ἣν ἠκούσατε. καὶ ἐκάθισεν Σαλωμὼν ἐπὶ θρόνον βασιλείας, καὶ εἰσῆλθον οἱ δοῦλοι τοῦ βασιλέως εὐλογῆσαι τὸν κύριον ἡμῶν τὸν βασιλέα Δαυεὶδ λέγοντες Ἀγαθύναι ὁ θεὸς τὸ ὄνομα Σαλωμὼν ὑπὲρ τὸ ὄνομά σου, καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον σου· καὶ προσεκύνησεν ὁ βασιλεὺς ἐπὶ τὴν κοίτην, καί γε οὕτως εἶπεν ὁ βασιλεύς Εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραήλ, ὃς ἔδωκεν σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου, καὶ οἱ ὀφθαλμοί μου βλέπουσιν. καὶ ἐξανέστησαν πάντες οἱ κλητοὶ Ἀδωνειού, καὶ ἦλθον ἀνὴρ εἰς τὴν ὁδὸν αὐτοῦ. καὶ Ἀδωνείας ἐφοβήθη ἀπὸ προσώπου Σαλωμών, καὶ ἀνέστη καὶ ἀπῆλθεν καὶ ἐπελάβετο τῶν κεράτων τοῦ θυσιαστηρίου. καὶ ἀνηγγέλη τῷ Σαλωμὼν λέγοντες Ἰδοὺ Ἀδωνείας ἐφοβήθη τὸν βασιλέα Σαλωμών, καὶ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου λέγων Ὀμοσάτω μοι σήμερον Σαλωμὼν εἰ οὐ θανατώσει τὸν δοῦλον αὐτοῦ ἐν ῥομφαίᾳ. καὶ εἶπεν Σαλωμών Ἐὰν γένηται εἰς υἱὸν δυνάμεως, εἰ πεσεῖται τῶν τριχῶν αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἐὰν κακία εὑρεθῇ ἐν αὐτῷ, θανατωθήσεται. καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμών, καὶ κατήνεγκεν αὐτὸν ἀπάνωθεν τοῦ θυσιαστηρίου· καὶ εἰσῆλθεν καὶ προσεκύνησεν τῷ Σαλωμών, καὶ εἶπεν αὐτῷ Σαλωμών Δεῦρο εἰς τὸν οἶκόν σου.

Tap any verse to see what it echoes — and start a chain or echo from it.