Καὶ ἐγένετο μετὰ ταῦτα ἀπέθανεν βασιλεὺς υἱῶν Ἀμμών, καὶ ἐβασίλευσεν Ἁνὰν υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. καὶ εἶπεν Δαυείδ Ποιήσω ἔλεος μετὰ Ἁνὰν υἱοῦ Ἁνάς, ὡς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ᾽ ἐμοῦ ἔλεος· καὶ ἀπέστειλεν ἀγγέλους Δαυεὶδ τοῦ παρακαλέσαι αὐτὸν περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ ἦλθον παῖδες Δαυεὶδ εἰς γῆν υἱῶν Ἀμμὼν τοῦ παρακαλέσαι αὐτόν. καὶ εἶπον ἄρχοντες Ἀμμὼν πρὸς Ἁνάν Μὴ δοξάζων τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέν σοι παρακαλοῦντας; οὐχ ὅπως ἐξεραυνήσωσιν τὴν πόλιν τοῦ κατασκοπῆσαι τὴν γῆν ἦλθον παῖδες αὐτοῦ πρὸς σέ; καὶ ἔλαβεν Ἁνὰν τοὺς παῖδας Δαυεὶδ καὶ ἐξύρησεν αὐτούς, καὶ ἀφεῖλεν τῶν μανδυῶν αὐτῶν τὸ ἥμισυ ἕως τῆς ἀναβολῆς, καὶ ἀπέστειλεν αὐτούς. καὶ ἦλθον ἀπαγγεῖλαι τῷ Δαυεὶδ περὶ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοῖς, ὅτι ἦσαν ἠτιμωμένοι σφόδρα· καὶ εἶπεν ὁ βασιλεύς Καθίσατε ἐν Ἰερειχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν, καὶ ἀνακάμψατε. καὶ εἶδον οἱ υἱοὶ Ἀμμὼν ὅτι ᾐσχύνθη λαὸς Δαυείδ· καὶ ἀπέστειλεν Ἁνὰν καὶ οἱ υἱοὶ Ἀμμὼν χίλια τάλαντα ἀργυρίου τοῦ μισθώσασθαι ἑαυτοῖς ἐκ Συρίας Μεσοποταμίας καὶ ἐκ Συρίας Μοοχὰ καὶ παρὰ Σωβὰλ ἅρματα καὶ ἱππεῖς. καὶ ἐμισθώσαντο ἑαυτοῖς ἅρματα καὶ ἱππεῖς, δύο καὶ τριάκοντα χιλιάδας ἁρμάτων, καὶ τὸν βασιλέα Μωχὰ καὶ τὸν λαὸν αὐτοῦ, καὶ ἦλθον καὶ παρενέβαλον κατέναντι Μαιδαβά· καὶ οἱ υἱοὶ Ἀμμὼν συνήχθησαν ἐκ τῶν πόλεων αὐτῶν καὶ ἦλθον εἰς τὸ πολεμῆσαι. καὶ ἤκουσεν Δαυείδ, καὶ ἀπέστειλεν τὸν Ἰωὰβ καὶ πᾶσαν τὴν στρατείαν τῶν δυνατῶν. καὶ ἐξῆλθον οἱ υἱοὶ Ἀμμὼν καὶ παρατάσσονται εἰς πόλεμον παρὰ τὸν πυλῶνα τῆς πόλεως· καὶ οἱ βασιλεῖς οἱ ἐλθόντες παρενέβαλον καθ᾽ ἑαυτοὺς ἐν τῷ πεδίῳ· καὶ εἶδεν Ἰωὰβ ὅτι γεγόνασιν ἀντιπρόσωποι τοῦ πολεμεῖν πρὸς αὐτὸν κατὰ πρόσωπον καὶ ἐξόπισθεν· καὶ ἐξελέξατο ἐκ παντὸς νεανίου ἐξ Ἰσραήλ, καὶ παρετάξαντο ἐναντίον τοῦ Σύρου. καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Ἀβεσσὰ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξ ἐναντίας υἱῶν Ἀμμών. καὶ εἶπεν Ἐὰν κρατήσῃ ὑπὲρ ἐμὲ Σύρος, καὶ ἔσῃ μοι εἰς σωτηρίαν· καὶ ἐὰν υἱοὶ Ἀμμὼν κρατήσωσιν ὑπὲρ σέ, καὶ σώσω σε. καὶ Κύριος τὸ ἀγαθὸν ποιήσει. καὶ παρετάξατο Ἰωὰβ καὶ ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ κατέναντι Σύρων εἰς πόλεμον, καὶ ἔφυγον ἀπ᾽ αὐτοῦ. καὶ οἱ υἱοὶ Ἀμμὼν εἶδον ὅτι ἔφυγον Σύροι, καὶ ἔφυγον καὶ αὐτοὶ ἀπὸ προσώπου Ἰωὰβ καὶ ἀπὸ προσώπου ἀδελφοῦ αὐτοῦ, καὶ ἦλθον εἰς τὴν πόλιν· καὶ ἦλθεν Ἰωὰβ εἰς Ἰερουσαλήμ. καὶ εἶδεν Σύρος ὅτι ἐτροπώσατο αὐτὸν Ἰσραήλ, καὶ ἀπέστειλαν ἀγγέλους· καὶ ἐξήγαγον τὸν Σύρον ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ Σωφὰρ ἀρχιστράτηγος δυνάμεως Ἁδραάζαρ ἔμπροσθεν αὐτῶν. καὶ ἀπηγγέλη τῷ Δαυείδ, καὶ συνήγαγεν τὸν πάντα Ἰσραήλ, καὶ διέβη τὸν Ἰορδάνην καὶ ἦλθεν ἐπ᾽ αὐτοὺς καὶ παρετάξατο ἐπ᾽ αὐτούς. καὶ παρατάσσεται Σύρος ἐξ ἐναντίας Δαυεὶδ καὶ ἐπολέμησαν αὐτόν. ⸆ καὶ ἔφυγεν Σύρος ἀπὸ προσώπου Δαυείδ, καὶ ἀπέκτεινεν Δαυεὶδ ἀπὸ τοῦ Σύρου ἑπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσεράκοντα χιλιάδας πεζῶν, καὶ τὸν Σαφὰθ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινεν. καὶ εἶδον παῖδες Ἁδραάζαρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου Ἰσραήλ, καὶ διέθεντο μετὰ Δαυεὶδ καὶ ἐδούλευσαν αὐτῷ· καὶ οὐκ ἠθέλησεν Σύρος τοῦ βοηθῆσαι Ἀμμὼν ἔτι.
1 Chronicles 19
Read in English (BSB) — 1 Chronicles 19 →Tap any verse to see what it echoes — and start a chain or echo from it.