Καὶ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυείδ, καὶ ἡτοίμασεν τὸν τόπον τῇ κιβωτῷ τοῦ θεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν. τότε εἶπεν Δαυείδ Οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ θεοῦ ἀλλ᾽ ἢ τοὺς Λευείτας, ὅτι αὐτοὺς ἐξελέξατο Κύριος καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος. καὶ ἐξεκλησίασεν Δαυεὶδ τὸν πάντα Ἰσραὴλ εἰς Ἰερουσαλὴμ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν Κυρίου εἰς τὸν τόπον ὃν ἡτοίμασεν αὐτῇ. καὶ συνήγαγεν Δαυεὶδ τοὺς υἱοὺς Ἀαρὼν τοὺς Λευείτας. τῶν υἱῶν Καάθ, Οὐριὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν δέκα· τῶν υἱῶν Μερραρεί, Ἀσαὶ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ διακόσιοι πεντήκοντα· τῶν υἱῶν Γηρσάμ, Ἰωὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν πεντήκοντα· τῶν υἱῶν Ἐλεισαφάτ, Σαμαίας ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ διακόσιοι· τῶν υἱῶν Χεβρών, Ἐνὴρ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτῶν ὀγδοήκοντα· τῶν υἱῶν Ὀζειήλ, Ἀμειναδὰβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν δέκα δύο. Καὶ ἐκάλεσεν Δαυεὶδ τὸν Σαδὼκ καὶ Ἀβιαθὰρ τοὺς ἱερεῖς καὶ τοὺς Λευείτας, τὸν Ἀριὴλ, Ἀσαιά, Ἰωήλ, Σαμαίαν, Ἐνήλ, Ἀμειναδάβ, καὶ εἶπεν αὐτοῖς Ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευειτῶν· ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν, καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ θεοῦ Ἰσραὴλ οὗ ἡτοίμασα αὐτῇ. ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν ὁ θεὸς ἡμῶν ἐν ἡμῖν, ὅτι οὐκ ἐζητήσαμεν ἐν κρίματι. καὶ ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται τοῦ ἀνενέγκαι τὴν κιβωτὸν θεοῦ Ἰσραήλ. καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευειτῶν τὴν κιβωτὸν τοῦ θεοῦ, ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ θεοῦ κατὰ τὴν γραφήν, ἐν ἀναφορεῦσιν ἐπ᾽ αὐτούς· καὶ εἶπεν Δαυεὶδ τοῖς ἄρχουσιν τῶν Λευειτῶν Στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις, νάβλαις, κινύραις καὶ κυμβάλοις, τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης. καὶ ἔστησαν οἱ Λευεῖται τὸν Αἱμὰν υἱὸν Ἰωήλ· ἐκ τῶν ἀδελφῶν αὐτοῦ Ἀσὰφ υἱὸς Βαραχιά, καὶ ἐκ τῶν υἱῶν Μερραεὶ ἀδελφῶν αὐτοῦ Αἰθὰν υἱὸς Κεισαιού. καὶ μετ᾽ αὐτῶν ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι, Ζαχαρίας καὶ Ὀζειὴλ καὶ Σεμειραμὼθ καὶ Ἰειὴλ καὶ Ἐλιωὴλ καὶ Ἐλιαβὰ καὶ Βαναιὰ καὶ Μαασσαιὰ καὶ Ἰματταθιὰ καὶ Ἐλειφενὰ καὶ Μακελλειὰ καὶ Ἀβαεδὸμ καὶ Ἰεειὴλ καὶ Ὀζείας, οἱ πυλωροί. καὶ οἱ ψαλτῳδοί· Αἱμάν, Ἀσὰφ καὶ Αἰθὰν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι· Ζαχαρίας καὶ Ὀζειήλ, Σαμειραμώθ, Εἰθήλ, Ὠνεί, Ἐλιάβ, Μασσαίας, Βαναίας ἐν νάβλαις ἐπὶ ἀλαιμώθ· καὶ Μετταθίας καὶ Ἐνφαναίας, Μακενιὰ καὶ Ἀβδεδὸμ καὶ Ἰειὴλ καὶ Ὀζείας ἐν κινύραις ἁμασενεὶθ τοῦ ἰσχῦσαι· καὶ Κωνενιὰ ἄρχων τῶν Λευειτῶν ἄρχων τῶν ᾠδῶν, ὅτι συνετὸς ἦν. καὶ Βαραχιὰ καὶ Ἠλκανὰ πυλωροὶ τῆς κιβωτοῦ. καὶ Σομνιὰ καὶ Ἰωσαφὰτ καὶ Ναθαναὴλ καὶ Ἀμασαὶ καὶ Ζαχαριὰ καὶ Βαναὶ καὶ Ἐλιέζερ οἱ ἱερεῖς, σαλπίζοντες ταῖς σὰλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ θεοῦ. καὶ Ἀβδεδὸμ καὶ Ἰειά, πυλωροὶ τῆς κιβωτοῦ τοῦ θεοῦ. Καὶ ἦν Δαυεὶδ καὶ πρεσβύτεροι Ἰσραὴλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν κιβωτὸν τῆς διαθήκης ἐξ οἴκου Ἀβδοδὸμ ἐν εὐφροσύνῃ. καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν θεὸν τοὺς Λευείτας αἴροντας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ ἔθυσαν ἀν᾽ ἑπτὰ μόσχους καὶ ἀν᾽ ἑπτὰ κριούς. καὶ Δαυεὶδ περιεζωσμένος ἐν στολῇ βυσσίνῃ, καὶ πάντες οἱ Λευεῖται αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ οἱ ψαλτῳδοί, Ἰεχονίας ὁ ἄρχων τῶν ᾠδῶν τῶν ᾀδόντων· καὶ ἐπὶ Δαυεὶδ στολὴ βυσσίνη. καὶ πᾶς Ἰσραὴλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἐν σημασίᾳ καὶ ἐν φωνῇ σωφὲρ καὶ ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις, ἀναφωνοῦντες νάβλαις καὶ ἐν κινύραις. καὶ ἐγένετο κιβωτὸς διαθήκης Κυρίου καὶ ἦλθεν ἕως πόλεως Δαυείδ· καὶ Μελχὸλ θυγάτηρ Σαοὺλ παρέκυψεν διὰ τῆς θυρίδος, καὶ εἶδεν τὸν βασιλέα Δαυεὶδ ὀρχούμενον καὶ παίζοντα, καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ ψυχῇ αὐτῆς.
1 Chronicles 15
Read in English (BSB) — 1 Chronicles 15 →Tap any verse to see what it echoes — and start a chain or echo from it.